Tractatus ad Eulogium · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and argument toward the thesis.

Greek

καὶ τὰς ὕβρεις μὴ βαστάσωσιν. Ὅταν ἐφ' ἁμαρτίαις μεγάλην μετάνοιαν διδῷς, τότε οἱ λογισμοὶ τοὺς ἀγῶνας τῶν πόνων μεγαλύνοντες ἁμαρτίας σμικρύνουσιν, καὶ πολλάκις τῇ λήθῃ καλύπτουσιν, ἢ καὶ συγκεχωρῆσθαι ταύτας σημαίνουσιν, ἵνα ὑπενδοὺς τοῖς πόνοις, μὴ ἀναλογίζῃ τῶν πταισμάτων τοὺς θρήνους τοὺς κατ' αὐτῶν ὠρύεσθαι πλειόνως. ΚΕΦΑΛ. Ι∆ʹ. Ὁ δὲ τὰ προσπεσόντα πάθη πυκτεύων ἐκκόψαι, 79.1112 πλείονας παθῶν ὁπλίτας ἐπιστρατηγήσει τῇ μάχῃ. Μὴ ἀμνημόνει πταίσας, κἂν μετανοήσῃς, 6 ἀλλὰ μνήμην ἔχε τῆς σῆς ἁμαρτίας τὸ πένθος πρὸς ταπείνωσίν σου, ὅπως, ταπεινωθεὶς, τὴν ὑπερηφανίαν ἀνάγκῃ ἐκκόψῃς. Εἴ τις τῶν ἄθεσμα δρασάντων βούλοιτο μεταβιῶσαι ἀρίστως, κατ' ἄντικρυς τῶν πράξεων στήτω ἐναλλαγῇ τῶν κρειττόνων· καὶ γὰρ ὁ τὴν ἄντικρυς πρᾶξιν τῇ ἑκάστῃ πονηρίᾳ ἀνθιστῶν, τῇ συνετῇ τῶν ἀρετῶν βελοθήκῃ τοξεύει τὸν δράκοντα, τοῦ δὲ θηρὸς ὀξύτατον ὅπλον ἐστὶν ἡ κενοδοξία, τοὺς πόνους κατατοξεύουσα, ἥνπερ ὁ ταῖς κρυπταῖς τῶν ἔργων στρατηγίαις προκαταλαβὼν, ἤγγισεν ἅπασαν τὴν τοῦ διαβόλου κατενέγκαι κεφαλήν. Τὰ ἀρώματά σου τῶν πόνων σφράγισον τῇ σιγῇ, ἵνα μὴ γλώττῃ λυθέντα ὑπὸ δόξης κλαπῶσι· κρύπτε σου τὴν γλῶτταν ἐν τῷ πρακτικῷ τῆς ἀσκήσεως τρόπῳ· καὶ γὰρ σιγῶν, μάρτυρας σχοίης τοῦ βίου τοὺς ἀξιοπίστους συμβιώτας σου πόνους. Ὁ μαρτυρεῖσθαι ἀπὸ τῶν παρόντων πόνων οὐκ ἔχων τίσι ποτὲ, ἑαυτῷ μὴ γλώττῃ μαρτυρείτω· τινὲς γὰρ τῶν πόνων τῆς σκληρουχίας ἑαυτοὺς ἐκδύσαντες ὡς προκάλυμμα τῆς ῥᾳθυμίας τῶν ἀπελθόντων χρόνω τὰς πράξεις παραβάλλουσι μάρτυρας ἐκδήλους ἔργοις οὐ παροῦσιν ἀβεβαίως παρέχοντες. Ὥσπερ ἐκ τῶν ἀνθρώπων κρύπτεις σου τὰς ἁμαρτίας, οὕτω καὶ τοὺς πόνους ἐξ αὐτῶν ἀπόκρυπτε· καὶ γὰρ τὸ ἀντίτεχνον τῶν κρυφίων τῆς καρδίας, σκελισμάτων τὰ κρυφῆ, καὶ τὰ ἀναπαλαίσματα, κατ' αὐτῶν ἀντιστηρίζουσι· εἰ δὲ τὰ μὲν πλημμελήματα μετὰ ἀσφαλείας ἀποκρύπτομεν, τὰ δὲ κατ' αὐτῶν πονήματα σφαλερῶς ἀνακαλύπτομεν, καὶ τοῖς ἀμφοτέροις τὰ ἐναντία ἀναπραττόμεθα. Ἀλλ' ἐπαισχύνῃ τῶν αἰσχρῶν τὴν δημοσίευσιν, μήπως ὄνειδος, καὶ ἐξουδένωσιν ποιήσῃ τὰ τῆς ψυχῆς σου σύμφορα. Φοβοῦ καὶ τῶν πόνων τὴν ἐπίδειξιν, μή πως ἔγκλημα ἀνθρωπάρεσκον κομίσῃ τὸν τῆς ψυχῆς ὄλεθρον· εἰ δὲ καὶ μόνῳ Θεῷ ἐκφαίνεις τὰ τῆς αἰσχύνης παραπτώματα, μὴ ἀνθρώποις ἔκφαινε τὰ κατ' αὐτῶν ἀνταγωνίσματα ἵνα μὴ νομισθῶσι, νίκης εἶναι στεφανώματα. ΚΕΦΑΛ. ΙΕʹ. Οἱ τὴν δύναμιν τῶν πόνων ἀπὸ τῆς χάριτος λαμβάνοντες μὴ ὡς ἐξ οἰκείας ἰσχύος ἔχειν ταύτην νομιζέτωσαν· αἴτιος γὰρ ἁπάντων τῶν καλῶν ἡμῖν ἐστιν ὁ τῶν ἐντολῶν λόγος, ὥσπερ καὶ τῶν κακῶν ὁ ἀποβολῶν ἀπατηλός. Ἅπερ οὖν διαπράττῃ καλὰ, τὴν εὐχαριστίαν τῷ αἰτίῳ τῶν καλῶν πρόσφερε· ἃ δὲ διοχλεῖ σοι κακὰ, τῷ ἀρχηγέτῃ τούτων πρόσριπτε. Πάσης πραγματείας τὸ τέλος πρόσνεμε εὐχαριστίαν τῷ κρείττονι, ἵνα τῆς προσφορᾶς σου νομικῶς προσενεχθείσης ἡ κακία καταισχύνηται. Ὁ γὰρ τῇ πράξει τὴν εὐχαριστίαν συνάψας, ἀπόρθητον ἕξει τὸν θησαυρὸν τῆς καρδίας, διπλοῦν κατὰ τῆς κακίας πυργώσας τὸ τεῖχος. Ἐπαινετὸς οὗτος ἀνὴρ, ὁ τῇ πρακτικῇ τὴν γνωστικὴν συζεύξας, ἵνα ἐξ ἀμφοτέρων πηγῶν τὸ τῆς ψυχῆς χωρίον ἀρδεύοιτο πρὸς ἀρετήν· ἡ γὰρ γνωστικὴ πτεροῖ τὴν νοερὰν οὐσίαν 79.1113 τῇ τῶν κρειττόνων θεωρίᾳ, ἡ δὲ πρακτικὴ νεκροῖ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν πάθος, κακίαν, ἐπιθυμίαν κακήν· οἱ οὖν διὰ τῶν ἀμφοτέρων τούτων τῇ πανοπλίᾳ περιπεφραγμένοι, εὐκόλως κατεπιβήσονται λοιπὸν τῆς τῶν δαιμόνων πονηρίας. Οἱ δαίμονες διὰ τῶν λογισμῶν τῇ ψυχῇ πολεμοῦσι, κακεῖνοι χαλεπωτέρως διὰ τῆς ὑπομονῆς ἀντιπολεμοῦνται, καὶ δειλιῶντες προσίασι λοιπὸν τῇ μάχῃ κραταιὸν τὸν στρατηγὸν τῆς πυγμῆς ὑφορῶντες. Εἰ βούλει στρατηγῆσαι κατὰ τῆς φάλαγγος τῶν δαιμόνων, ἡσυχίᾳ φράττε τὰς τῆς ψυχῆς σου πύλας, θίγε δὲ καὶ τὸ οὖς σου τοῖς τῆς πατροσύνης λόγοις, ἵνα τότε μᾶλλον λογισμῶν ἀκάνθας μαθὼν ἐμπρήσῃς, ἐπὰν πατρικῆς νουθεσίας ἀκροᾶσαι. Μὴ τῶν ἔργων ἕσο δικαστὴς, ἀλλὰ τῶν ῥήσεων ἐξεταστής. ΚΕΦΑΛ. Ιςʹ. Ἔθος γὰρ τοῖς τοιούτοις λογισμοῖς εἰς τὸ πρακτικὸν τοῦ νουθετοῦντός σε ἀπάγειν, ἵνα δεινόν σε τούτου καταστήσαντες κριτὴν, τῆς 7 ἐπωφελοῦς νουθεσίας ἀποστήσωσι. Μὴ ἀπαναίνου νουθετούμενος, κἂν γνωστικὸς ὑπάρχῃς· ἐὰν γὰρ τὸ πρακτικὸν τῆς γνωστικῆς ἀποζευχθῇ, χρεία τοῦ ζευγνύντος τὴν ὁποτέρων τῶν ἀρετῶν ἁρμονίαν τῇ φρικτῇ τῆς κρίσεως δίκῃ. Ὁ τὴν πατρῴαν ἐντολὴν ἐκ τοῦ ὠτὸς ἐκτινάσσων, καὶ νομικῆς ἐντολῆς παρήκοος ἔσται, μὴ μόνον κατορθώματα Πατέρων τερπόμενος λάλει, ἀλλὰ καὶ σεαυτὸν ἐργάτην τούτων

About this text

Evagrius Ponticus, Tractatus ad Eulogium (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Tractatus ad Eulogium — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.