Unit 2 rem close
Rem CLOSEOUT: Unit 2 CLOSEOUT.
Greek
ἐν τῇ ἡσυχίᾳ δείκνυται μόνον τοῦ στόματος, ἀλλὰ καὶ ἐν τῇ τῶν λογισμῶν ἀνδραγαθίᾳ, καὶ τῇ τῶν ὕβρεων, καὶ ἀδικιῶν εὐσταθείᾳ· ἐντεῦθεν γὰρ αἱ δειναὶ μάστιγες τοῦ διαβόλου περιτινάσσονται ἐν ταῖς συντυχίαις. ΚΕΦΑΛ. ΙΘʹ. Μὴ στόμα μόνον, ἀλλὰ καὶ καρδία τηρείσθω, τοτὲ γὰρ ἀμαυροῦται τῆς ψυχῆς τὸ ὄμμα τῷ τῆς ἀρεσκείας ὄμματι, τοῦ νοῦ παυσομένου. Ἔστω σου πηρὸς ὁ νοῦς περὶ τὰ αἴσχιστα, Κύριος γὰρ σοφοῖ τοὺς τοιούτους τυφλοὺς, διορατικὸς δὲ περὶ τὰ κάλλιστα, ἵνα ἐκτυφλώττῃ περὶ τὰ κάκιστα. Νόει δέ μοι, πορνείας εἶναι δύο ἐν διαιρέσει ἐζυγωμένας, τὴν τοῦ σώματος, καὶ τὴν τοῦ πνεύματος· ὅταν λογισμὸς πορνείας τῷ πνεύματί σου μίγνυται, τότε ἐκτυπώματι πλάνης ἡ ψυχή σου συγγίνεται. Προσώπῳ θηλείας σχηματίζεται δαίμων, ἵνα φαρμάξῃ τὴν ψυχὴν μετ' αὐτοῦ συμμιγῆναι· μορφῆς γλύμμα φορεῖ ἄσαρκος δαίμων ἵνα λογισμῷ ἀκολάστῳ τὴν ψυχὴν ἐκπορνεύσῃ. Μὴ οὖν συγκαλύπτου εἰδωλείῳ ἀνυπάρκτῳ, ἵνα μὴ καὶ τῇ σαρκὶ τὸ ὅμοιον δράσῃς, πνεύματι πορνείας ἐπλανήθησαν οἱ τοιοῦτοι οἱ τὰς ἔνδον μοιχείας τῶν πνευμάτων τῳ σταυρῷ μὴ σοβοῦντες. Αἴκιζε τοὺς λογισμοὺς ἀσιτίᾳ βρωμάτων, ἵνα μὴ πορνείᾳ, ἀλλὰ πείνῃ λαλῶσιν· εὐχῆς ἀγρυπνίᾳ στῆσον δάκρυον, ἵνα βοήθειαν λάβῃς του παρόντος πολέμου. Ἐν καιρῷ τοῦ τῆς πορνείας πολέμου τὰς κλήσεις τῶν ἑστιατόρων παραίτησαι, καὶ τὸν μὲν ξένον ἐπιστάντα ὑπηρετῶν ἀναπαύσεις, σεαυτὸν δὲ περικεκαλυμμένως, ἀσιτίᾳ περιφράξεις. ∆ιπλοῦς ἔστω σοι τῶν ἀμφοτέρων ἔργων ὁ μισθὸς ἑνὶ ἑκάστῳ τὸ πρακτικὸν δι' ἀρετὴν ἀπονέμοντι· μὴ ἕνεκεν γαστρὸς συνέσθιε τῷ ἀδελφῷ, ἀλλ' ἕνεκεν Χριστοῦ συναυλίζου τῇ ἀγάπῃ. Κόρος σιτίων λογισμοὺς σιτίζει, καὶ μέθυσος ὕπνον φαντασίας ποτίζει. Τέθνηκε μετὰ τὸν φάραγγα τῆς τρυφῆς ἡδονὴ καὶ πνεῖ ἐν τῷ τάφῳ τὰ τῆς γαστρὸς λαγνεύματα. Οἱ πόνοι τῆς κληρουχίας τελευτῶσιν εἰς ἀνάπαυσιν, οἱ δὲ τρόποι τῆς τρυφῆς τελευτῶσιν εἰς κατάκαυσιν. Ὁ τῆς σαρκὸς τὸ ἄνθος τῇ ἀσκήσει μαραίνων καθ' ἡμέραν ἐν τῇ σαρκὶ μελετᾷ τὴν ἑαυτοῦ τελευτήν. Καρδίας λογιστεία τὸ σῶμα συμμετρείτω, ἵνα μὴ τούτου πληγέντος, καὶ αὕτη κοπιάσῃ· ἀρκείσθω σὰρξ τὰ φυσικὰ περικόπτειν· ἡ σωματική σου γυμνασία ἐν τοῖς ἤθεσιν οἰκονομείσθω, ἵνα μάθῃς καρδίᾳ πονεῖν, καὶ ψυχῇ συμπονεῖν. ΚΕΦΑΛ. Κʹ. Οἱ τοῦ προσώπου τὴν ὠχρείαν ἐν τῇ ἀσκήσει λάμποντες τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον καὶ πρὶν 79.1120 ἐλθεῖν ῥιπτέτωσαν, τοῦτον τοῦ λογισμοῦ, καὶ πρὸ τῆς συντυχίας ἔνδον ἐμβάλλοντος. Ὅταν χρονίσῃς ἀπεχόμενος οἴνου, καὶ 9 ἐλαίου, καὶ τῶν περιττῶν, τότε οἱ λογισμοὶ τοὺς χρόνους σοι μετ' ἐγκωμίων ψηφίζουσιν ὑπενδοῦναί σε τοῖς πόνοις διὰ τὸ σῶμα γυμνάζουσι. Εἰκότως οὖν τοῖς κακογνώμοσιν ἀντιφθέγξῃ διαψηφισταῖς, ὅσα πρὸς ἀνατροπὴν τῆς ἐκείνων σκαιωρίας ἀντίκεινται. Τίς τῶν ἀδελφῶν τοὺς πόνους κατὰ δαιμόνων, ὑπὸ τῶν ἔνδον ἐπαινούμενος ἔψαλλεν. «Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· Εὖγε! εὖγε!» Μὴ τὸν λογισμὸν ἀνάσχῃ πολυετῆ σοι κύκλον ἐν τῷ μονήρει βίῳ φερόντων, ἵνα μή σου τοὺς πόνους τοῖς χρόνοις κρεμάσωσι, μηδὲ ἐν τῇ ὑπομονῇ τῆς ἐρημίας καυχήσει ζωγρηθῇς· ἀλλ' ἐν τῇ ὑπομονῇ τῆς εὐτελίας τοῦ δοῦλος ἀχρεῖος εἶναι μνήσθητι. ∆ιὰ γῆρας βαθύ τινα τῶν καρτερικῶν μονηρεμίτην πρεσβύτην ἐκ τῆς ἐρημίας αἵρειν ἐβιάζετό τις. Ὁ δὲ πρὸς αὐτόν· Παῦσαι, φησὶ, βίας, οὔπω γὰρ τῆς ἐξορίας ὁ κακοῦργος ἀνακέκλημαι. Ζητοῦντος δέ μου τοῦτον τῆς διδασκαλίας λόγον μαθεῖν, ἔφη· Ζήτει, πρῶτον ἐμπόνως τὸν ἔμφυτον φόβον, καὶ τότε ἔνδον εὑρήσεις τὸν ἔμπειρον λόγον, τὸν διδάσκοντα ἄνθρωπον γνῶσιν. Ὁ δ' αὐτὸς ἐπερωθεὶς καὶ περὶ φόβου, οὕτως ἀπεκρίνατο· Ὁ μέριμναν ἔχων τοῦ θανάτου τὴν μνήμην, ὁδηγεῖται καὶ εἰς τὸν τῆς κρίσεως φόβον. Φόβῳ τῶν θείων Γραφῶν καθ' ἑκάστην συνόμιλος γίνου· τῇ γὰρ τούτων συνουσίᾳ λογισμῶν ἐξοίσεις ὁμιλίας. Ὁ μελέτῃ τὰς θείας Γραφὰς θησαυρίζων ἐν τῇ καρδίᾳ, τοὺς λογισμοὺς ἐκ ταύτης ῥᾳδίως ἐκβάλλει. Ἀναγνώσει νυκτερινῇ ἐν ταῖς ἀγρυπνίαις τῶν θείων ἀκροώμενοι, μὴ τὰς ἀκοὰς τῷ ὕπνῳ νεκρώσωμεν, μηδὲ τῇ τῶν λογισμῶν αἰχμαλωσίᾳ τὴν ψυχὴν προδώσωμεν, ἀλλὰ τῷ κέντρῳ τῶν Γραφῶν τὴν καρδίαν κατανύξωμεν, ὅπως τῇ τῆς ἐπιμελείας κατανύξει τὴν ἀντίζυγον ἀμέλειαν διχοτμήσωμεν. ΚΕΦΑΛ. ΚΑʹ. Τινὲς διὰ φήμην, καὶ οὐκ ἐπιμέλειαν ψυχῆς, τοῖς εὐλαβέσι φιλιοῦνται, ἵνα ἑαυτοῖς κόσμον περιποιήσωσιν ἀπόνως· ὁ δὲ διὰ μνήμην τῶν ἐπουρανίων, δι' ἀγάπην πυρούμενος, τὴν ἀρέσκειαν τῶν ἐπιγείων ἐκ τῆς ἐννοίας
About this text
Evagrius Ponticus, Tractatus ad Eulogium (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Tractatus ad Eulogium — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.