Unit 3 rem early
Rem early: Unit 3; lemma and argument toward the thesis.
Greek
δελεάζου ἐλπίσιν ἀδήλοις, πολλοὶ γὰρ πεσόντες εὐθὺς ἀνηρπάγησαν, ἕτεροι δὲ ἀναστῆναι οὐκ ἴσχυσαν τῇ τῶν ἡδονῶν συνηθείᾳ ὡς ὑπὸ νόμον δεθέντες. Τί γὰρ οἶδας, ἄνθρωπε, εἰ ζήσεις, ἵνα καὶ μετανοήσῃς, ὅτι χρόνους ζωῆς ἑαυτῷ ὑπογράφεις; Κἀνταῦθα πταίων, τῇ σαρκί σου χαρίζῃ, δέον μᾶλλον χαρίσασθαι σεαυτῷ θανάτου τὴν μνήμην καὶ ἵνα ζωγραφῇ σου τῇ καρδίᾳ τὴν φοβερὰν τῆς κρίσεως δίκην, εἴ πως δυνηθείης τὸ πυρεταῖνον τῆς σαρκὸς φρόνημα κατασβέσαι· οὐ γὰρ ἄλλως κατασβέσεις τὰ πάθη, πρὶν ἢ τῇ σαρκί σου συγκεράσῃς τοὺς τῆς ἀνασκευῆς αὐτῶν πόνους. Οὔτε μὴν ψυχικὰ, πρὶν ἢ τῇ καρδίᾳ ἐξομβρήσεις τοὺς καρποὺς τῆς ἀγάπης. Τὰ μὲν σωματικὰ πάθη ἐκ τῶν φυσικῶν τῆς σαρκὸς τὴν ἀρχὴν λαμβάνει, καθ' ὧν καὶ ἡ ἐγκράτεια, τὰ δὲ ψυχικὰ ἐκ τῶν ψυχικῶν τὴν κύησιν ἔχει, καθ' ὧν καὶ ἡ ἀγάπη. Ἡ ἀγάπη ἀπαθείας ἐστὶ συνάφεια, παθῶν δὲ ἀπαλοιφὴ, τὴν μακροθυμίαν προφέρουσα, καὶ τὸν ζέοντα θυμὸν καταψύχουσα, τὴν ταπείνωσιν προβάλλουσα, καὶ τὴν ὑπερηφανίαν καταφέρουσα. Ἀγάπη ἔχει μὲν ἴδιον οὐδὲν πλὴν τοῦ Θεοῦ· αὕτη γάρ ἐστιν ὁ Θεός. Ὁ εἰς τὴν φαιδρὰν τῶν μοναχῶν σύγκλητον νεοπαγὴς τυγχάνων, ἀπωθείσθω τοὺς λογισμοὺς τοὺς προσιόντας αὐτῷ εὐφημίας ἀπὸ τῆς συγγενείας, ἵνα μὴ τὸν ἐξ ἀνθρώπων ἔπαινον, ἀλλὰ τὸν ἐκ τῶν ἐντολῶν μακαρισμὸν ἐπιζητοίη. Τῶν δὲ τὰς δειλίας εἰσβαλλόντων δαιμόνων καταθαρσείτω· οὐ γὰρ ἐλάβετε πνεῦμα δειλίας πάλιν εἰς φόβον· πνεύματι δειλίας ἑαυτὸν μὴ καταπτησσέτω, μήτε τοὺς νυκτερινοὺς κτύπους τῶν δαιμόνων τρεμέτω, ὁπόταν οὔτε κατὰ χοίρων ἔχωσιν ἐξουσίαν. Ἐν ταῖς ὀψιναῖς οὖν ἐξελθὼν τῆς κέλλης, μὴ θροείσθω, καὶ φεύγων ἀνόπιν εἰσπηδάτω, ὡς τῶν δαιμόνων δῆθεν κατατρεχόντων, ἀλλὰ κλίνας τὰ γόνατα 11 ἐν ᾧ τόπῳ δειλιᾷ εὐξάσθω, οὐ γάρ σοι ἐπιπεσοῦνται κἂν οὕτω σε θροήσωσιν· ἐπειδὰν δὲ ἀναστῇς θάῤῥυνε τὴν καρδίαν, παρακάλει τῇ ψαλμωδίᾳ, «Οὐ φοβηθήσῃ (λέγων) ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος, καὶ δαιμονίου μεσημβρινοῦ.» Οὕτω γὰρ ἅπαξ καὶ πολλοστὸν ποιήσας, τὸν δαίμονα τῆς δειλίας θᾶττον ἀφ' ἑαυτοῦ ἀπελάσεις. Ἀδυνατοῦντες γὰρ ἔργῳ βλάπτειν, ταῖς φαντασίαις τὴν ψυχὴν δειλοκοποῦσιν, ἵνα οἱ 79.1125 ἄνθρωποι τοὺς ἀσθενεῖς, καὶ ἀδυνάτους, ἰσχυροὺς καὶ δυνατοὺς εἶναι νομίσωσι. ΚΕΦΑΛ. Κ∆ʹ. Καλλίστοις ἱματίοις μὴ σεαυτὸν περιστολίσῃς, ἵνα μὴ τὸν τῆς κενοδοξίας δαίμονα προφανέστερον ἐνδύσῃ· οὐ γὰρ ἐν κάλλει ἱματίων αἱ ἀρεταὶ φοροῦνται, ἀλλ' ἐν κάλλει ψυχῆς οἱ πόνοι χρυσοφοροῦνται· τὸν δὲ τοῦ Θεοῦ φόβον ἐπενδύου τῶν τῆς κρίσεως κολαστηρίων, ὅπως φόβῳ πυρὸς ἀκατάσβεστον τὴν θέρμην ἐπενδύσῃ, καὶ κατὰ τῆς κακοτεχνίας θᾶττον τῶν λογισμῶν σοφισθήσῃ, ἀρχὴ γάρ ἐστιν ὁ φόβος τῆς σοφίας. Ὁ τῶν λογισμῶν τὴν πλάνην διὰ πείρας ἐξαγγέλλων, οὐ πᾶσιν εὔγνωστος ἔσται πλὴν τῶν ἐν πείρᾳ, ὁδὸς γὰρ τῆς ἐν τούτῳ τῷ μέρει γνωστικῆς ἡ πεῖρα καθέστηκεν· αἰτία γὰρ ἀμφοτέρων ἐστὶν ἡ πρακτικὴ, ἥνπερ πονικώτερον κατέχοντες, ἑαυτοὺς ἐπιγνωσόμεθα καὶ λογισμῶν καταγνωσόμεθα, καὶ Θεὸν ἐπιγνωσόμεθα. Ὁ ἐκ πρακτικῆς ἐκδημίας, καὶ γνωστικῆς ἐνδημίας τῶν λογισμῶν τῇ τέχνῃ τοὺς ἀφελεῖς ἀλείφων, βλεπέτω μὴ εἰς ἔνδειξιν δόξης τὴν γνωστικὴν κομπάζῃ· εἰ δὲ λογισμὸς τούτων μεγαλύνων λῃστεύει, εἰς βοήθειαν λαβέτω τὸν Ἕλληνα Ἰοθὸρ, Μωϋσῇ τῷ μεγάλῳ προφήτῃ τὴν ἀπὸ τῆς χάριτος σοφὴν συμβουλίαν διὰ κρίσιν ἐκδόντα. Ἤτω σου τῶν λογισμῶν ἡ δύναμις τὰ ἔργα, τὰ γὰρ πρακτέα τῶν λεκτέων ἐστὶ φιλοσοφώτερα, καθάπερ, καὶ ἐπιπονώτερα· πράξεως παρούσης ὥσπερ οἱ λόγοι ἐξαστράπτουσιν, ἔργων δὲ μὴ παρόντων, οἱ λόγοι τῶν ἔργων δύναμιν οὐκ ἀστράπτουσι. Πολιῶν ἔγκλημα, λόγος νεώτερος, καὶ χείλη πέρπερα τινασσόμενα γέλωτι, ὁ δὲ ταράττων καὶ ταραττόμενος εἰκῆ, γαλήνης ἐκτὸς ἔσται, καὶ κλύδωνος οὐκ ὄντος, χειματίζεται. ΚΕΦΑΛ. ΚΕʹ. Μὴ τὴν ἄκαιρον γλῶσσαν λεξιθήρει, ἵνα μὴ τὸ αὐτὸ ὑφ' ὧν οὐ θέλεις ὑπομείνῃς. Φεῦγε πτερνίσαι τοῦ πλησίον τὴν γλῶτταν, ἵνα καὶ σὺ τοῦ διαβόλου τὸν πτερνισμὸν διαφύγῃς· φεῦγε ὀνειδίσαι ἀδελφοῦ σου τὸ πταῖσμα, ἵνα μὴ τῆς συμπαθείας ὡς ἀλλόφυλος ἐκπέσῃς. Ὁ τὴν χρηστότητα, καὶ τὴν ἀγάπην εἰς τὸν ἀδελφὸν μὴ ἔχων, πῶς τῆς χριστοφόρου ἀγάπης μέλος ἂν εἵη; Ἐπὰν τῇ συντόνῳ σου νηστείᾳ ἀδελφὸς παραβάλῃ, μὴ τῶν λογισμῶν τὴν ἀηδίαν παραδέξῃ ὑποτιθεμένων σοι ὄχλησιν τῇ ἡσυχίᾳ, ἐγκοπὴν δὲ τῇ νηστείᾳ, ποιοῦσι δὲ τοῦτο ἵνα ἰδὼν τὸν ἀδελφόν σου μὴ ὡς Θεὸν αὐτὸν ἴδῃς. Τὰς συνεχεῖς τῶν ἀδελφῶν ἐπιστασίας ὀχλήσεις εἶναι μὴ φάσκωμεν, συμμαχίαν δὲ μᾶλλον πέλειν· κατὰ τῆς
About this text
Evagrius Ponticus, Tractatus ad Eulogium (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Tractatus ad Eulogium — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.