Tractatus ad Eulogium · §u03-open

Tractatus ad Eulogium Unit 3 opening

Unit 3.

Lemma-led open — ἐκκαθαίρεται. Τὸ διαμαρτυροῦν σοι συνειδὸς μὴ παραπέμπου λογισμῷ καταφρονοῦντι, καὶ γλυκολ

Greek

ἐκκαθαίρεται. Τὸ διαμαρτυροῦν σοι συνειδὸς μὴ παραπέμπου λογισμῷ καταφρονοῦντι, καὶ γλυκολογοῦντι τὸ πταῖσμα, τῷ φιλονεικοῦντι μὴ συνδιατείνου, ἵνα μὴ πάθει πάθος στρατεύσας τῆς ἀρετῆς ἡττηθῇς, τῷ ὑπερηφάνῳ μὴ συνεπαίρου λογισμῷ ἀντιφυσῶντι εἰς ἀντάνεμον πνεῦμα. Οὐκ αἶνος γλώσσῃ τροχαλῶς φθεγγομένῃ, ἀλλὰ χείλεσι δόξα εὐσταθῶς κινουμένοις· ἀκροώμενος λόγων, ἐρώτα τὸν νοῦν σου καὶ τότε διακρίνας τὸ ψήφισμα δώσεις· μὴ παραλογίζου τὸν νοῦν σου ἀβουλίᾳ ῥημάτων, ἵνα μὴ κρημνησθείη ἡ χανανιτίς σου γλῶσσα. Μή σε πνεῦμα πολυῤῥῆμον πλανήσῃ, ἐν αὐτῷ γὰρ φωλεύει τὸ δόλιον ψεῦδος. Ὁ ταῖς παρ' ἑτέρων λοιδορίαις 79.1121 δακνόμενος, καὶ μὴ ταύτας τῷ διαβόλῳ προσρίπτων. τὸν τῶν λογισμῶν αὐτοῦ δῆμον ἑαυτῷ ἐπεγείρει, καὶ εἰς ἑαυτὸν βέλη σκευάζειν ἔτι μᾶλλον ἐρεθίζει, ἐν τῷ τὴν ψυχὴν διὰ τῶν τοιούτων τιτρωσκομένην συμπίπτειν. Ἕνεκεν διακονίας ἐπ' ἀλλοδαπῆς ἐὰν βαδίσῃς, μὴ φιλοξενεῖσθαι παρὰ πάντων εὐτρεπίζου, ἀνάξιον σεαυτὸν τῆς δόξης καταλέγων ἵνα οὕτω τὸν τῆς λοιδορίας λογισμὸν φυγαδεύσῃς, κἂν λέγῃ τἀληθῆ. Νομίζω, ὡς, οὐκ οὔσης ἀγάπης, λοιδορούμενος τὰ μέγιστα, ἢ ἀδικούμενος, οὐ μνησικακήσεις, ἀλλ' εὐλογήσεις. Ὁ γὰρ δαίμοσι μνησικακῶν, ἀνθρώποις οὐ μνησικακεῖ· εἰρηνεύει δὲ μετὰ δαιμόνων, ὁ τῷ ἀδελφῷ μνησικακῶν. Ἐμπρησμὸς καρδίας μῆνις ἀντιλογίας, ψυχαὶ δὲ ἀμνησικάκων δροσίζονται πνευματικῶς· ἄνθρακες πυρὸς σπινθῆρας ἐρεύγονται, οὕτω καὶ μνησίκακοι ψυχαὶ λογισμοὺς πονηρούς· ὥσπερ πληγὴ σκορπίου δριμύτατον ἔχει τὸν πόνον, οὕτω καὶ μνησίκακος ψυχὴ πικρότατον ἔχει τὸν ἰόν. ΚΕΦΑΛ. ΚΒʹ. Πνεύμασι πορνείας μνησικάκει καὶ κενοδοξίας, δυσὶ πικροῖς δαίμοσιν ἐναντίοις ἀλλήλων· ὁ μὲν γὰρ πρόσωπα φεύγει, ὁ δὲ προσώποις χαίρει. Καὶ 10 ὁ μὲν τῆς ἀσελγείας δαίμων τῷ τῆς ἀσκήσεως ἀγωνιστῇ τὰς ῥυπαρίας ἄφνω ἀκοντίσας ἐφάλλεται ὀξέως, τῆς διαπύρου τῶν πόνων δᾳδουχίας τὴν θέρμην μὴ φέρων, τῷ δὲ τῆς ἐγκρατείας χαυνωθέντι κολακείᾳ ἡδονῶν τὸ κατ' ὀλίγον ἐπιβατεύει συνομιλεῖν τῇ καρδίᾳ, ἵνα ἐξαφθεῖσα ταῖς κακίαις διαλεχθῇ καὶ αἰχμαλωτισθῇ, καὶ τὸ τῆς ἁμαρτίας μῖσος εἰς πέρας ἀγάγῃ. Ὁ δὲ τῆς κενοδοξίας πλάνος δημοχαρὴς τυγχάνων παρεσκιασμένως ἐφίσταται τῇ ψυχῇ τῶν ἐθελοπόνων τὴν δι' ὧν πόνων ἐργάζονται δόξαν ἐν αὐτοῖς θηρώμενος. Εἴ τις οὗν βούλοιτο σὺν Θεῷ τούτων περιγενέσθαι, λεπτυνέτω τὴν σάρκα κατὰ τῆς πορνείας, ταπεινούτω δὲ τὴν ψυχὴν κατὰ τῆς κενοδοξίας. Οὕτω γὰρ ῥᾳδίως τοῦ μὲν τὴν ματαίαν δόξαν ἐξώσομεν, καὶ Θεῷ εὐαρεστήσομεν, τοῦ δὲ τὰς ἀκαθάρτους φαντασίας φυσήσομεν, καὶ καθαρὰν ἡδονῶν τὴν καρδίαν ποιήσομεν. Χαλεπώτατόν ἐστι συνηθείᾳ ἡδονῶν συνθάπτεσθαι τὴν καρδίαν, καὶ πολλῶν χρεία κόπων τὴν νομὴν κακῶν εἰς ἄκρον ἐκκόψαι. Μὴ οὖν ταῖς ἡδοναῖς τὸν λογισμὸν συνομιλεῖν ἐθίσῃς· ἐν γὰρ συλλόγῳ κακῶν ἐκκαίεται πῦρ οὕτω γὰρ ἐκθερμαίνοντές σε, λογίζεσθαι ποιοῦσι κόπον εἶναι τὴν πυρὰν τῆς φύσεως κρατῆσαι, καὶ ὅτι πολὺς ὁ τῆς ἐγκρατείας βίος, ἀναφέρουσι δέ σοι καὶ μνήμας ὧν σε νύκτωρ φαντάζουσιν αἰσχρῶν, μορφάζοντές σοι πυρωτικὰ τῆς πλάνης εἴδωλα, εἶτα καὶ σφοδρότερον ἐν τῇ σαρκὶ ἐξάψαντες τὸν πυρετὸν τῷ νόμῳ τῆς ἁμαρτίας γνωμοδοτοῦσί σοι ἔνδον, ὅτι οὐκ ἰσχύεις κατασχεῖν τὴν τῆς φύσεως βίαν, κἂν σήμερον ἁμαρτήσῃς δι' ἀνάγκην, ἀλλ' αὔριον μετανοήσεις διὰ τὴν ἐντολήν. Φιλάνθρωπος γὰρ ὁ νόμος, καὶ συγχωρῶν ἁμαρτίαν τοῖς μετανοοῦσι. Καὶ φέρουσί τινας τῶν μετ' 79.1124 ἐγκρατείας πταισάντων, καὶ πάλιν μετανοησάντων· ἵνα ἐκ τούτων πιθανοποιήσωσι τῆς ἑαυτῶν ἀπάτης τὴν συμβουλήν· ὅπως τῇ ἀντιστρόφῳ μετανοίᾳ ψυχὴν ἀνακαλέσαντες, τὸν ναὸν τῆς σωφροσύνης πορνεῖον ποιήσωσιν. Οὕτως ὑποσυρίζουσιν οἱ δίγλωττοι τὸν λογισμὸν ὄφεις ἐν τῶ κινουμένῳ τῆς καρδίας ἐργαστηρίῳ. ΚΕΦΑΛ. ΚΓʹ. Σὺ δὲ, ὦ τῆς ἐγκρατείας ἄνθρωπε, μὴ προφάσει πάλιν μετανοίας

About this text

Evagrius Ponticus, Tractatus ad Eulogium (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Tractatus ad Eulogium — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.