Tractatus ad Eulogium Unit 4 opening
Unit 4.
Lemma-led open — Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου.
Greek
τὰς παρειὰς καταβρέξαντες, Θεὸν ἱκετεύσωμεν ἐπὶ τῷ διαλυθῆναι τοῦ πολέμου τὴν νύκτα, καὶ ἐλλαμφθῆναι τῆς ψυχῆς τὸ φέγγος. Ἔνεκεν διακονίας ἐπὰν ὁ συμβιώτης ἀδελφὸς ἐκδημοίῃ, κατὰ τὸ ἔθος τῶν εὐχῶν, ἀνακαίνιζε τούτου τὴν μνήμην· πέρα δὲ τοῦ μέτρου τοῦτον μὴ φαντάζου, μήπως τὴν ἀρχὴν τῆς μερίμνης ἀπὸ σοῦ λαβόντες οἱ δαίμονες, ταύτην ἀκονῶντες ἐπὶ πλεῖον ἐποξύνωσι, σκιάζοντές σοι τοῦτον ἐν τῇ τῶν ψαλμῶν ὑμνῳδίᾳ, καὶ ὑστεροῦντες ἐν Θεῷ τῆς κατὰ Θεὸν μερίμνης, ἵνα μερίμνῃ μέριμναν ἀντικρούσαντες αἰχμαλώτους ἡμᾶς τῶν κρειττόνων ἀπαγάγωσιν, εἰς τὸ μὴ λογίζεσθαι τὸ, «Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου.» Ἴσασι γὰρ, ὡς ἐκ τῆς περιττῆς περὶ τοῦ ἀδελφοῦ φροντίδος, ὅτι καὶ λύπας ἐντορνεύουσιν ὑποταράττοντες τὸ ἡγεμονικόν. Ἔτι δὲ καὶ μέμψεις βραδύτητος ὑφάπτουσιν, ὡς ὑπαμελήσαντος τοῦ ἀδελφοῦ περὶ τῆς διακονίας σπουδὴν, ὅπως ὁ πολυμέριμνος πόθος ἴσως καὶ εἰς μῖσος ἐκτραπῇ. Ἔθος δὲ ἐν ταῖς περὶ τὸν ἀπόδημον μερίμναις καὶ τοῦτο ποιεῖν τοῖς δαίμοσιν, ἐν ᾗ ἴδωσιν αὐτὸν παραγενόμενον ἡμέρᾳ κατόναρ τοῦτον ἐσοπτρίζειν, ἵνα ὡς ἐκ τοῦ ἀποβάντος ἐνυπνίου ποιήσωσιν ἡμᾶς ἐν καιρῷ τῶν ἀποδήμων τοὺς προφήτας τῶν ἐνυπνίων καὶ πάλιν προσδέχεσθαι, οὓς ἀποστρέφεσθαι δεῖ μᾶλλον καὶ σφόδρα ἐκτρέπεσθαι, μήπως ἐκ τούτων καὶ εἰς ἕτερα τὴν ψυχὴν ἀποπλανήσωσιν. ΚΕΦΑΛ. ΛΑʹ. Προΐσασι γὰρ οὗτοι μὲν οὐδὲν, ἃ δὲ βλέπουσι γινόμενα, ταῦτα μηνίουσι, καὶ φαντάζουσι· πολλάκις γοῦν καθ' ἡσυχίαν ὄντων ἡμῶν, θεασάμενοι πρὸς ἡμᾶς ἀδελφὸν ἐρχόμενον, διὰ τῶν λογισμῶν προεσήμαναν, οἷς οὐ χρὴ πιστεύειν, κἂν λέγειν τ' ἀληθῆ νομίζωσι· διὰ γὰρ τῆς δῆθεν ἀληθείας τὸ ψεῦδος παρεισφέρουσιν, ἵνα ἐκ τοῦ κατὰ μέρος ταῖς ἔμπροσθεν ὁδοῖς τοὺς βρόχους ὑπογράφωσιν. Ὥσπερ ἀνέργαστος χρυσὸς, ἐν χωνευτηρίῳ βαλλόμενος, καθαρώτερος γίνεται, οὕτω καὶ νέηλυς μοναχὸς, ἐν κοινοβίῳ τὰ ἤθη ἀναχωνευόμενος, φαιδρὸς ταῖς καρτερίαις ἀποκαθίσταται· διὰ γὰρ τῆς ἐπιταγῆς τῶν ἀδελφῶν τὴν ὑπακοὴν μανθάνειν κατεργάζεται· διὰ δὲ τοῦ ἐπιπλήττοντος ἑτοιμάζεται τὴν φύσιν μακρο79.1136 θυμίαν ἔχειν. Ὅταν οὖν χαρᾷ τὰς ὕβρεις καταδέχηται, καὶ εὐτελείᾳ τὴν ταπείνωσιν ἀσπάζηται, ἀνώτερος τῶν ἄντικρυς παθῶν γενόμενος, ἐπέκεινα στίλβειν ταῖς ἀρεταῖς ἐπαγωνίζεται, τῆς χάριτος αὐτῷ
About this text
Evagrius Ponticus, Tractatus ad Eulogium (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Tractatus ad Eulogium — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.