Tractatus ad Eulogium · §u04-rem-early

Unit 4 rem early

Rem early: Unit 4; lemma and argument toward the thesis.

Greek

ἐπὶ πλεῖον τὴν δύναμιν δωρουμένης. Ὥσπερ οἱ τὰς ῥίζας τῆς γῆς κατιόντες τὸν χρυσὸν ἀνορύττουσιν, οὕτως οἱ εἰς τὴν χρυσῖτιν ταπείνωσιν καταβαίνοντες ἀρετὰς ἀναφέρουσι. Τότε ὁ νοῦς ἀναπαύσεως αἰσθάνεται, ὁπότε τὰς τῶν παθῶν αἰτίας ἀποτεμὼν, περὶ θεωρίαν ἠσχόληται, πρὶν δὲ τῆς τούτων κοπῆς, κόπου, καὶ ταλαιπωρίας ἐπαισθάνεται, τῇ τῶν ἐναντίων μάχῃ ἀσθενῶς προσερχόμενος. ΚΕΦΑΛ. ΛΒʹ. Βαθμῷ τὴν ἀναχώρησιν γινομένην οἱ γέροντες ἄγαν ἀποδέχονται, εἴπερ τις τὰς ἐν κοινοβίῳ τελέσας ἀρετὰς εἰς τοῦτο παρελήλυθε· καὶ εἰ μὲν δύναιτο ἐν τῇ 15 ἀναχωρήσει προκόπτειν, ἑαυτὸν δοκιμαζέτω. Εἰ δὲ ἀδυνάτως ἔχων τῆς ἀρετῆς ἐλαττοῦται, εἰς τὸ κοινόβιον ἀνακαμπτέτω, μήπως ταῖς μηχαναῖς τῶν λογισμῶν μὴ δυνηθεὶς ἀπαντῆσαι, τῶν φρενῶν ἀποπέσῃ. Ὥσπερ χήρας πενθούσης παραμύθιον οἱ υἱοὶ, οὕτω καὶ ψυχῆς πταισάσης παρηγορία πόνοι, οἵτινες τὴν ἀπόγνωσιν τῶν λογισμῶν σκορπίζουσι, καὶ τὴν πίστιν τῆς μετανοίας κατασπείρουσι, καὶ τὰ ἐλέη Χριστοῦ ἀνακηρύττουσι, καὶ τὰ πραχθέντα ἁμαρτήματα ἀποκηρύττουσιν. Οὐκ ὀφείλομεν οὖν ὡς ἐκ συνηθείας μόνον τοὺς πόνους ἐργάζεσθαι, ἀλλὰ καὶ ἐν συνέσει εὐχαριστίας, ἵνα μὴ γυμνὴ τῆς τοιαύτης φιλοσοφίας ἡ ψυχὴ εὑρίσκοιτο· ἐὰν γὰρ ἐφ' ἑκάστῃ πράξει σύνισμεν τὸν διδόντα τὰ τέλη τῶν πόνων, εὐχαριστίᾳ σφραγίζωμεν Ὥσπερ ἄρτον ἀπὸ βρέφους ἐνεδρεύει σκύλαξ ἐξαρπάσαι, οὕτω σύνεσιν ἀπὸ καρδίας λογισμὸς πονηρός. Μὴ οὖν ἐννεάζωμεν τῶν ἐναντίων ἔργων τῇ κακίᾳ χρώμενοι, ἵνα μὴ εἰς διαρπαγὴν τούτοις τὴν ψυχὴν προεκδώσωμεν. Ὥσπερ ἡ τῶν ἀστέρων χορεία δᾳδουχοῦσα φαιδρύνει τὸν οὐρανὸν, οὕτως ἡ τῶν ῥημάτων ἀλήθεια λαμπαδουχοῦσα φαιδρύνει τὸν ἄνθρωπον. Ἕνα οὖν τῆς ἀληθείας τρόπον ἐπὶ γλώττης βαστάζωμεν, ὅτι Κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ. Ὥσπερ ἀστραπαὶ σφοδραὶ προσπηδῶσαι, προμηνύουσι βροντὴν, οὕτω καὶ ῥήσεις ἀκριβεῖς προσιοῦσαι, προσημαίνουσι πίστιν. Πιστοὶ οὖν εἶναι τῇ ἀληθείᾳ σπουδάσωμεν, ἵνα καὶ εἰς τὴν

About this text

Evagrius Ponticus, Tractatus ad Eulogium (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Tractatus ad Eulogium — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.