Tractatus ad Eulogium · §u04-rem-mid

Unit 4 rem mid

Rem mid: Unit 4; lemma continues; reading with the letter.

Greek

μητρόπολιν τῶν ἀρετῶν τὴν ἀγάπην προκόψωμεν. Ὡς ἥλιος ταῖς χρυσαυγέσιν ἀκτίσιν ἁπάσῃ προσμειδιᾷ τῇ γῇ, οὕτως ἀγάπη ταῖς φωταυγέσι πράξεσιν ἁπάσῃ προσχαίρει ψυχῇ· ἥνπερ ἐὰν κατάσχωμεν, τὰ πάθη ἐσβέσαμεν, καὶ εἰς οὐρανοὺς ἐλάμψαμεν. Ἅπαντα πόνον ποιήσεις ἕως τῆς ὁσίας ἀγάπης ἐπιτεύξῃ, ὅτι, ταύτης ἀπούσης, ὅφελος τῶν παρόντων οὐδέν. Καὶ γὰρ ὀργὴ ἀγριαίνεται, καὶ ἤθη χαλεπαίνεται, πόνοι ἀπονοούμενοι τῇ δόξῃ συμμίγνυνται. ∆ιὰ ψυχῆς ταπείνωσιν ∆αβὶδ μετὰ πένθους 79.1137 ἐνήστευσε, καὶ ἡμεῖς διὰ νηστείας τὴν ψυχὴν ταπεινώσωμεν. ΚΕΦΑΛ. ΛΓʹ. Ὁ τοῖς σωματικοῖς πόνοις τραχυτέρως ἀσκούμενος, μηδὲ ἐπαίνῳ ἐργαζέσθω, μήτε δόξῃ ἐπαιρέσθω· εἰ γὰρ ἐν τούτοις οἱ δαίμονες ὀφρυώσουσι τὴν ψυχήν· καὶ τὴν τραχύτητα, καὶ τὴν ἄσκησιν τοῦ σώματος ἐνισχύσουσι τῇ δόξῃ, καὶ μειζόνων ἐφάπτεσθαι πόνων ἐφελκύσουσιν, ὡς ἵνα καὶ μειζόνως ἐπαίρηται· συλλαλοῦσι γὰρ ἔσωθεν διὰ τῶν λογισμῶν εἰσβάλλοντες ταῦτα, ὅτι Καθὼς ὁ δεῖνα ἀποσκλήρως ἀσκήσας, καὶ ὁ δεῖνα μεγάλως ὠνομάσθη, καὶ θανὼν ἔτι λαλεῖται, οὕτω καὶ αὐτὸς εἰς ἀκρότατον ἐπασκήσεως ἀνάβηθι ὕψος, ἵνα δόξαν σαυτῷ περιποιήσῃ, καὶ μέγα σου τὸ ὄνομα ἐξέλθῃ, ἐπὶ τῷ καὶ μετὰ θάνατον ὑπερβαλλόντως λαλεῖσθαι. ∆ιὰ δὴ τῶν οὕτως ἀπατηθέντων, οὐ μόνον τοῖς σωματικοῖς σου πολεμοῦσι πόνοις, ἀλλὰ καὶ μᾶλλον εἰς συμμαχίαν καλοῦσιν, ὅτι δι' αὐτῶν ἐν τοῖς χαλεπωτέροις ψαύουσι τὴν ψυχὴν, καὶ γὰρ ἐνθρονίζουσιν αὐτὸν, καὶ εἰς τὸν διδασκαλικὸν ἐξυψοῦσι λόγον, ἵνα ὡς ἐκ τούτου τὰ πρῶτα τῶν μεγαλοπόνων τε καὶ γνωστικῶν ἔχειν εὐφημισθῇ. Ζηλοῦν δὲ καὶ φθονεῖν εἰσβάλλουσι τοῖς ἐπὶ κατορθώμασιν εὐφημουμένοις, καὶ ὧν θαυμαστὴ μᾶλλον ἡ πρᾶξις, καὶ γνῶσις γειτνιᾷ. Ἔσθ' ὅτε δὲ καὶ τῆς σαρκὸς αὐτοῦ τὴν πύρωσιν ἀποκοιμίζουσι δολερῶς τοὺς ἀκαθάρτους λογισμοὺς ἐκ τῶν ἐντὸς ἐκτοπίζοντες, ὡς ἵνα νομισθῇ τὸ πνεῦμα τῆς πορνείας τῇ κληρουχίᾳ νενικηκέναι, καὶ κατὰ τὴν λαμπρότητα τῶν ἁγίων τὴν καρδίαν

About this text

Evagrius Ponticus, Tractatus ad Eulogium (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Tractatus ad Eulogium — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.