Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek
μνησικακία νοῦν, ἐν καιρῷ προσευχῆς. Λογισμοὶ θυμώδους ἐχίδνης γεννήματα, καὶ κατεσθίουσι τὴν τεκοῦσαν καρδίαν. Θυμώδους προσευχὴ ἐβδελυγμένον θυμίαμα· καὶ ψαλμῳδία ὀργίλου ἦχος ἀηδής. ∆ῶρον μνησικάκου μυρμηκιῶσα θυσία, καὶ οὐ μὴ προσεγγίσῃ περιῤῥαντηρίους βωμούς. Ἐνύπνια τεταραγμένα ὁρᾷ θυμώδης, καὶ θηρίων ἐπιδρομὰς φαντάζεται ὀργίλος. Μακρόθυμος ἀνὴρ ὀπτασίας ὁρᾷ, συντυχίας ἁγίων ἀγγέλων, καὶ ἀμνησίκακος γυμνάζει λόγους πνευματικοὺς, καὶ ἐν νυκτὶ δέχεται μυστηρίων λύσεις. ΚΕΦΑΛ. ΙΑʹ. Περὶ λύπης. Οὐκ οἶδε πνευματικὴν ἡδονὴν λυπούμενος μοναχός· λύπη δέ ἐστι κατήφεια ψυχῆς, καὶ συνίσταται ἀπὸ λογισμῶν ὀργῆς. Ἀμύνης γὰρ ὄρεξίς ἐστιν ὁ θυμὸς, ἀποτυχία δὲ ἀμύνης ἐγέννησε λύπην· λύπη στόμα ἐστὶ λέοντος, καὶ τὸν λυπούμενον καταπίνει εὐχερῶς. Σκώληξ ἐστὶ καρδίας λύπη, καὶ κατεσθίει τὴν τεκοῦσαν μητέρα. Ὀδυνᾶται μήτηρ τίκτουσα παιδίον, ἐὰν τέκῃ, τῆς ὀδύνης ἀπήλλακται, λύπη δὲ γεννωμένη, πολὺν κινεῖ τὸν πόνον, καὶ μετὰ τὰς ὠδίνας παραμένουσα, οὐ μικρῶς ὀδυνᾶται. Οὐκ οἶδε χαρὰν πνευματικὴν λυπούμενος μοναχὸς, ὡς οὐδὲ μέλιτος γεῦσιν ὁ πυρέσσων σφοδρῶς. Λυπούμενος μοναχὸς οὐ 4 κινήσει τὸν νοῦν εἰς θεωρίαν, οὐδὲ προσευχὴν καθαρὰν ἀναπέμπει· παντὸς γὰρ καλοῦ ἐμπόδιόν ἐστι λύπη. ∆εσμὸς ποδῶν ἐμπόδιόν ἐστι δρόμου, καὶ λύπη ἐμπόδιον θεωρίας. Αἰχμάλωτος ἀπὸ βαρβάρων δέδεται σιδήρων, καὶ αἰχμάλωτος ἀπὸ παθῶν δέδεται λύπη. Οὐκ ἰσχύει λύπη μὴ παρόντων τῶν ἄλλων παθῶν, ὡς οὔτε δεσμὸς, μὴ παρόντων τῶν δεσμούντων. Ὁ δεδεμένος λύπῃ νενίκηται ὑπὸ παθῶν, καὶ τὸν δεσμὸν ἐπιφέρεται τῆς ἥττης τὸν ἔλεγχον. Λύπη γὰρ συνίσταται ἐπὶ ἀποτυχίᾳ ὀρέξεως σαρκικῆς· ὄρεξις δὲ παντὶ πάθει συνέζευκται. Ὁ νικήσας ὄρεξιν, ἐνίκησε πάθη, ὁ δὲ νικήσας πάθη, οὐ κρατηθήσεται ὑπὸ λύπης. Ἐγκρατὴς οὐ λυπεῖται ἐπὶ ἀποτυχίᾳ βρωμάτων, οὔτε σώφρων διαμαρτὼν ἀφροσύνης ἀκολάστου, οὐδὲ ἀόργητος, ἀποπεσὼν ἀμύνης, οὐδὲ ταπεινόφρων, στερηθεὶς ἀνθρωπίνης τιμῆς, οὐδὲ ἀφιλάργυρος, ζημίᾳ περιπεσὼν, ἐξέκλιναν γὰρ τὴν τούτων ὄρεξιν δυνατῶς· ὥσπερ γὰρ ὁ τεθωρα79.1157 κισμένος οὐ δέχεται βέλος, οὕτως ὁ ἀπαθὴς οὐ τιτρώσκεται ἀπὸ λύπης. ΚΕΦΑΛ. ΙΒʹ. Θυρεὸς στρατιώτῃ, καὶ πόλει τεῖχός ἐστιν ἀσφάλεια· ἀπάθεια δὲ μοναχῷ ἀσφαλεστέρα ἀμφοτέρων· θυρεὸν μὲν γὰρ διέδυ βέλος ῥοίζῳ φερόμενον πολλάκις, καὶ τεῖχος κατέσκαψε πλῆθος πολεμιστῶν, ἀπαθείας δὲ οὐ κατισχύσει λύπη. Ὁ κρατῶν παθῶν, ἐκράτησε λύπης, ἡττώμενος δὲ ἡδονῆς, οὐκ ἐκφεύξεται τοὺς ταύτης δεσμούς. Ὁ λυπούμενος συνεχῶς, καὶ προσποιούμενος ἀπάθειαν, ὅμοιός ἐστι νοσοῦντι, καὶ ὑγείαν ὑποκρινομένῳ· ὡς γὰρ ὁ νοσῶν δηλοῦται ἀπὸ τοῦ χρώματος, οὕτως ὁ ἐμπαθὴς ἐλέγχεται ἀπὸ λύπης. Ὁ ἀγαπῶν τὸν κόσμον, λυπηθήσεται πολλὰ, καταφρονῶν δὲ τῶν ἐν αὐτῷ, εὐφρανθήσεται διὰ παντός. Φιλάργυρος ζημιωθεὶς λυπηθήσεται πικρῶς, ὁ δὲ καταφρονῶν χρημάτων, ἄλυπος ἔσται. Φιλόδοξος λυπηθήσεται, ἐπελθούσης ἀτιμίας, ὁ δὲ ταπεινόφρων ταύτην ὡς σύντροφον δέξεται. Χωνευτήριον ἐκάθηρεν ἀργύριον ἀδόκιμον, καὶ λύπη κατὰ Θεὸν καρδίαν ἐν ἁμαρτίαις· χώνευσις συνεχὴς μειοῖ μόλιβδον, καὶ λύπη κοσμικὴ ἐλαττοῖ διάνοιαν. Ὀφθαλμῶν ἐνέργειαν ἀμαυροῖ γνόφος, καὶ νοῦν θεωρητικὸν ἀμβλύνει λύπη· βυθὸν ὕδατος οὐ διαβαίνει ἡλιακὸν φέγγος, καὶ καρδίαν κατάλυπον οὐ καταυγάζει θεωρία φωτός· ἡδὺ πᾶσιν ἀνθρώποις ἀνατολὴ ἠλίου, δυσαρεστεῖται δὲ καὶ τούτῳ λυπουμένη ψυχή. Αἴσθησιν γεύσεως ἀφαιρεῖται ἴκτερος, καὶ ψυχῆς αἴσθησιν ἀφαιρεῖται λύπη. Ὁ δὲ καταφρονῶν τῶν ἡδονῶν τοῦ κόσμου οὐκ ὀχληθήσεται ὑπὸ λογισμῶν λύπης. ΚΕΦΑΛ. ΙΓʹ. Περὶ ἀκηδίας. Ἀκηδία ἐστὶν ἀτονία ψυχῆς, ἀτονία δὲ ψυχῆς οὐκ ἔχουσα τὸ κατὰ φύσιν, οὐδὲ πρὸς πειρασμοὺς ἵσταται γενναίως. Ὅπερ γάρ ἐστι τροφὴ εὐεκτοῦντι σώματι, τοῦτό ἐστι πειρασμὸς γενναίᾳ ψυχῇ. Βορέας ἄνεμος τρέφει γεννήματα, καὶ πειρασμοὶ βεβαιοῦσι καρτερίαν ψυχῆς. Νεφέλη ἄνυδρος διώκεται ὑπὸ ἀνέμου, καὶ νοῦς ὑπομονὴν μὴ ἔχων, ὑπὸ πνεύματος ἀκηδίας. ∆ρόσος ἐαρινὴ αὔξει καρπὸν ἀγροῦ, καὶ λόγος πνευματικὸς ὑψοῖ κατάστασιν ψυχῆς. Ῥεῦμα ἀκηδίας ἐξελαύνει μοναχὸν ἐκ τῆς οἰκίας αὐτοῦ, ὁ δὲ ἔχων ὑπομονὴν ἡσυχάζει διαπαντός. Ἀσθενούντων ἐπισκέψεις προβάλλεται ὁ ἀκηδιαστὴς, πληροφορεῖ δὲ τὸν ἴδιον σκοπόν. Ἀκηδιαστὴς μοναχὸς, πρὸς διακονίαν ὀξὺς, καὶ ἐντολὴν λογίζεται τὴν ἑαυτοῦ πληροφορίαν· φυτὸν ἀδρανὲς ἔκλινεν αὖρα λεπτὴ, καὶ φαντασία ἀποδημίας εἵλκυσεν ἀκηδιαστήν. ∆ένδρον καλῶς πεπηγὸς οὐκ ἔσεισε βία πνευμάτων, καὶ
About this text
Evagrius Ponticus, De octo spiritibus malitiae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s De octo spiritibus malitiae — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.