De octo spiritibus malitiae Unit 2 opening
Unit 2.
Lemma-led open — ἀκη . δία οὐκ ἔκαμψεν ἐρηρεισμένην ψυχήν. Κυκλευτὴς μοναχὸς, φρύγανον ἐρημίας, ὀλίγον ἡσύχ
Greek
ἀκη79.1160 δία οὐκ ἔκαμψεν ἐρηρεισμένην ψυχήν. Κυκλευτὴς μοναχὸς, φρύγανον ἐρημίας, ὀλίγον ἡσύχασε, καὶ πάλιν φέρεται μὴ βουλόμενος. Φυτὸν μεταφερόμενον οὐ καρποφορεῖ, καὶ μοναχὸς κυκλευτὴς οὐ ποιήσει καρπὸν ἀρετῆς. Ὁ ἀσθενῶν οὐκ 5 ἀρκεῖται τροφῇ μιᾷ, καὶ ἀκηδιαστὴς μοναχὸς ἐν ἔργῳ ἑνί. Φιληδόνῳ οὐκ ἀρκέσει μία γυνὴ, καὶ ἀκηδιαστῇ μοναχῷ οὐκ ἀρκέσει μία κέλλα. ΚΕΦΑΛ. Ι∆ʹ. Ὀφθαλμὸς ἀκηδιαστοῦ ταῖς θυρίσιν ἐνατενίζει συχνῶς, καὶ ἡ διάνοια αὐτοῦ τοὺς ἐπισκεπτομένους φαντάζεται· ἔτρισεν ἡ θύρα, κἀκεῖνος ἐξήλλατο, φωνῆς ἤκουσε, καὶ διὰ τῆς θυρίδος παρέκυψε, καὶ οὐκ ἀφίσταται ἐκεῖθεν, ἕως οὗ ναρκήσει καθήμενος. Ἀναγινώσκων ἀκηδιαστὴς χασμᾶται πολλὰ, καὶ πρὸς ὕπνον καταφέρεται εὐχερῶς, τρίβει τὰς ὄψεις, καὶ διατείνει τὰς χεῖρας, καὶ τοῦ βιβλίου τοὺς ὀφθαλμοὺς ἀποστήσας, ἐνατενίζει τῷ τοίχῳ, πάλιν ἐπιστρέψας ἀνέγνω μικρὸν, καὶ ἀναπτύσσων τὰ τέλη τῶν λόγων περιεργάζεται, ἀριθμεῖ τὰ φύλλα, καὶ τὰς τετράδας ἐπιψηφίζει, ψέγει τὸ γράμμα καὶ τὴν κόσμησιν, ὕστερον δὲ πτύξας ὑπέθηκε τῇ κεφαλῇ τὸ βιβλίον, καὶ καθεύδει ὕπνον οὐ πάνυ βαθὺν, ἡ γὰρ πεῖνα λοιπὸν διεγείρει αὐτοῦ τὴν ψυχὴν, καὶ τὰς ἑαυτῆς φροντίσεις ποιεῖ. Ἀκηδιαστὴς μοναχὸς, ὀκνηρὸς εἰς προσευχὴν, καὶ οὐ μὴ λαλήσει ποτὲ ῥήματα προσευχῆς· ὥσπερ γὰρ ὁ νοσῶν οὐ βαστάζει φορτίον βαρὺ, οὕτω καὶ ἀκηδιαστὴς οὐ μὴ ποιήσει ἔργον Θεοῦ ἐπιμελῶς· καθῄρηται μὲν γὰρ ὁ μὲν τὴν δύναμιν τοῦ σώματος, ὁ δὲ τοὺς τόνους ἐκλέλυται τῆς ψυχῆς. Ἀκηδίαν θεραπεύει καρτερία, καὶ τὸ πάντα ποιεῖν μετὰ πολλῆς προσεδρείας καὶ φόβου Θεοῦ. Τάξον μέτρον σεαυτῷ ἐν παντὶ ἔργῳ, καὶ μὴ πρότερον ἀποστῇς, πρὶν τελέσῃς αὐτὸ, καὶ προσεύχου συνετῶς καὶ εὐτόνως, καὶ πνεῦμα ἀκηδίας φεύξεται ἀπὸ σοῦ. ΚΕΦΑΛ. ΙΕʹ. Περὶ κενοδοξίας. Κενοδοξία πάθος ἐστὶν ἄλογον, καὶ παντὶ ἕργῳ ἀρετῆς εὐκόλως συμπλέκεται. Συγκέχυται γραμμὴ χαραχθεῖσα καθ' ὕδατος, καὶ ἀρετῆς πόνος ἐν κενοδόξῳ ψυχῇ. Λευκὴ γέγονε χεὶρ καλυπτομένη κόλπῳ, καὶ κρυπτομένη πρᾶξις φωτὸς ἐκλάμπει φαιδρότερον. Σμίλαξ περιπλέκεται δένδρῳ, καὶ
About this text
Evagrius Ponticus, De octo spiritibus malitiae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s De octo spiritibus malitiae — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.