Unit 2 rem close
Rem CLOSEOUT: Unit 2 CLOSEOUT.
Greek
εἰσὶ φυσικά, πῶς διδακτικά ἐστιν; ἢ τάχα φόβον λέγει κυρίου τὴν διδασκαλίαν τὴν περὶ φόβου κυρίου, τὴν διδάσκουσαν ἡμᾶς ὅπως δεῖ ἀπὸ κακίας ἐκκλίνειν· εἴγε τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. καὶ πάλιν αἰσχύνην ὀνομάζει τοὺς περὶ μετανοίας καὶ αἰσχύνης λόγους τοὺς ἄγοντας ἡμᾶς εἰς συναίσθησιν τῶν οἰκείων ἁμαρτημάτων· οὕτω καὶ ὁ Λαυὶδ φησίν· Ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃς σὺ ἐθεμελίωσας· τοῦτ' ἔστιν, ὄψομαι τοὺς λόγους τοὺς περὶ οὐρανῶν καὶ σελήνης καὶ ἀστέρων. Ἄρτων κρυφίων ἡδέως ἅψασθε: σχό. Ἡδύνθη αὐτοῖς ἄρτος ψεύδους· καὶ μετὰ τοῦτο πλησθήσεται τὸ στόμα αὐτῶν ψηφῖδος. Ἀλλὰ ἀποπήδησον, μὴ ἐγχρονίσῃς: Οὐ δεῖ τὸν νοῦν ἐγχρονίζειν τοῖς φαύλοις νοήμασιν· οὐδεὶς γὰρ ἀποδήσει πῦρ ἐν κόλπῳ, καὶ τὰ ἱμάτια οὐ κατακαύσει. Καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς: Ὥσπερ παρὰ τῷ θεῷ ἐστὶν πηγὴ ζωῆς, οὕτως καὶ παρὰ τῷ διαβόλῳ πηγὴ θανάτου· εἰ δὲ ἡ τοῦ θεοῦ πηγὴ ἀρετῆς καὶ γνώσεώς ἐστιν πηγή, ἡ τοῦ διαβόλου πηγὴ δηλονότι κακίας καὶ ἀγνωσίας ἐστὶν πηγή· ὡσαύτως δὲ καὶ ἐπὶ ποταμῶν καὶ φρεάτων καὶ ὑδάτων καὶ ὑετῶν νοητέον. 8 Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους: Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους, οὓς ἐπὶ γῆς ἐθησαύρισαν, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσιν. Ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει: Εἰ ἡ ζωὴ τῶν ἀσεβῶν ἡ κακία ἐστίν, ταύτην δὲ ἀνατρέψει ὁ κύριος, 91 ἔσονται δηλονότι ποτὲ οἱ ἀσεβεῖς οὐκ ἀσεβεῖς· μετὰ γὰρ ταύτην τὴν ἀνατροπὴν ὁ κύριος παραδώσει τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ἵνα γένηται ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν. Παιδεία ἀνεξέλεγκτος πλανᾶται: Παιδείαν ἀνεξέλεγκτον ὀνομάζει τὴν κακὴν τῆς ψυχῆς πολιτείαν, ἥτις καὶ πλάνης αὐτῇ γίνεται πρόξενος. Καλύπτουσιν ἔχθραν χείλη ἄδικα: Ἔχθραν τὴν κακίαν λέγει, διὰ γὰρ ταύτης ἐχθροὶ γινόμεθα τοῦ θεοῦ. Εἰ γὰρ ἐχθροὶ ὄντες, φησὶν ὁ Παῦλος, κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ. εἰ δὲ ἡ ἔχθρα ἡ κακία ἐστίν, ἡ φιλία ἡ ἀρετή ἐστιν καὶ ἡ γνῶσις ἡ τοῦ θεοῦ, δι' ἧς φίλοι γινόμεθα τοῦ θεοῦ καὶ τῶν ἁγίων δυνάμεων· ἐπὶ γὰρ ταύτης τῆς φιλίας οἱ τοῦ αὐτοῦ φίλοι καὶ ἀλλήλων εἰσὶ φίλοι. Ἐπιθυμία δὲ δικαίου δεκτή: Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, φησὶν ὁ ∆αυίδ. Φόβος κυρίου προστίθησιν ἡμέρας: Εἰ φόβος κυρίου προστίθησιν ἡμέρας, ἀρχὴ δὲ σοφίας φόβος κυρίου, αἱ ἡμέραι αὗται μέρη τῆς σοφίας εἰσὶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γινόμεναι· ὑπὲρ ὧν εὔχεται καὶ ὁ ∆αυὶδ λέγων· Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν· ταύτας δὲ τὰς ἡμέρας καὶ Ἀβραὰμ πληρώσας ἀπέθανεν, περὶ οὗ εἴρηται· Καὶ Ἀβραὰμ ἀπέθανεν πρεσβύτερος καὶ πλήρης ἡμερῶν. ∆ίκαιος τὸν αἰῶνα οὐκ ἐνδώσει: Τὸν αἰῶνα ἀντὶ τοῦ διὰ βίου· καὶ ὁ Παῦλος Οὐ μὴ φάγω, φησίν, κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω, αἰῶνα τὸ συμπαρεκτεινόμενον τῇ συστάσει τῆς ζωῆς αὐτοῦ διάστημα ὀνομάζων. Στόμα δὲ ἀσεβῶν ἀποστρέφεται: Στόμα νῦν τὸν νοῦν εἴρηκεν. Οἷς μὴ ὑπάρχει κυβέρνησις: Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενοι καὶ ναυαγοῦντες περὶ τὴν πίστιν. 92 Μισεῖ δὲ ἦχον ἀσφαλείας: Ἦχον ἀσφαλείας τοὺς περὶ σωτηρίας λόγους ὠνόμασεν. Ἐξολλύει δὲ τὸ ἑαυτοῦ σῶμα ὁ ἀνελεήμων: Ἐνταῦθα τὴν ψυχὴν ἄντικρυς προσεῖπεν σῶμα. καὶ ὁ Χριστὸς δὲ ἐν τοῖς εὐαγγελίοις σῶμα τὴν ψυχὴν ὀνομάζει, Ὁ λύχνος, λέγων, τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· λύχνον μὲν εἰπὼν τὸν νοῦν, αὐτὸς γάρ ἐστιν γνώσεως δεκτικός. σῶμα δὲ τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν μέρος τῆς ψυχῆς, ὅπερ τινὲς μὲν ἄλογον, τινὲς δὲ παθητικὸν μέρος καλοῦσιν. Χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ α6θ6: Οὗτος χειρὶ χεῖρας ἐμβάλλει ἀδίκως, ὁ κακῶν γινόμενος πραγμάτων καὶ δογμάτων διδάσκαλος· καὶ οὗτος σπείρει δικαιοσύνην, ὁ περὶ ἀρετῶν καὶ θεοῦ γνώσεως προϊέμενος λόγους. Εἰσὶν οἱ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν: Τοῖς τὰ ἴδια σπείρουσιν καὶ πλείονα ποιοῦσιν ἀντίκεινται οἱ συνάγοντες καὶ ἐλαττονούμενοι· εἰ δὲ οἱ τὰ ἴδια σπείροντές εἰσιν οἱ εἰς τὸ πνεῦμα σπείροντες καὶ ζωὴν θερίζοντες, οἱ συνάγοντές εἰσιν οἱ εἰς τὴν σάρκα σπείροντες καὶ φθορὰν συνάγοντες ἑαυτοῖς. Ὁ συνέχων σῖτον δημοκατάρατος. Ὅμοιόν ἐστιν τοῦτο τὸ ὑπὸ τοῦ σωτῆρος ἡμῶν ἐν τοῖς εὐαγγελίοις λεγόμενον· Οὐδεὶς λύχνον ἅψας τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ φαίνει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Τεκταινόμενος ἀγαθὰ ζητεῖ δεκτόν: Εἰ τεκτονική ἐστιν ἐργασία ἀγαθῶν καὶ πρακτική ἐστιν ἐργασία ἀγαθῶν, ἡ πρακτική
About this text
Evagrius Ponticus, Expositio in Proverbia Salomonis (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Expositio in Proverbia Salomonis — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.