Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; reading with the letter.
Greek
κατεργάζεται. Οἱ μὲν ἐν ταῖς πλατείαις ῥεμβόμενοι μοιχείας καὶ πορνείας καὶ κλοπῆς λαμβάνουσι λογισμούς· οἱ δὲ ἔξω τούτων ῥεμβόμενοι παρὰ φύσιν κινοῦνται ἀρρένων κοίτην ἐπιζητοῦντες, καὶ ἄλλων τινῶν ἀπειρημένων πραγμάτων φαντασίας λαμβάνοντες. Εἰ τῶν λογισμῶν οἱ μὲν καθαροί εἰσιν, οἱ δὲ ἀκάθαρτοι· καὶ εἰ μὲν τῶν γραμμῶν αἱ μὲν εὐθεῖαι καλοῦνται, αἱ δὲ κεκλασμέναι εὐθεῖαι· γωνία δέ ἐστιν κεκλασμένη εὐθεῖα· γωνία ἄρα νοητή ἐστιν ἀκάθαρτος λογισμός. τὸ οὖν παρὰ πᾶσαν γωνίαν ἐνεδρεύειν τὴν κακίαν δηλοῖ τὸ διὰ πάντων τῶν ἀκαθάρτων λογισμῶν αὐτὴν ἐξαπατᾶν τὴν ψυχήν· φέλημα δὲ δαιμονιῶδές ἐστιν νόημα ἐμπαθές, πρὸς αἰσχρὰν ἐργασίαν τὴν ψυχὴν ἐκκαλούμενον. Ἡ κακία ζητεῖ τὸ πρόσωπον τῆς ψυχῆς ἡμῶν καταισχύναι (hoc acc. cod.), διὰ τῶν κειριῶν καὶ τῆς κλίνης καὶ τῶν ἀμφιτάπων καὶ τοῦ κρόκου καὶ τοῦ κινναμώμου· ἅπερ κακὰ καὶ διάφορα πάθη σημαίνει παρὰ τοῖς ἐφευρεταῖς γινόμενα τῶν κακῶν. 88 Εἰ δι' ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ, πάνυ πνευματικῶς ἐνατενίσας τῇ οἰκονομίᾳ ὁ Παῦλος ἔσχατον ἐχθρὸν γράφει καταργεῖσθαι τὸν θάνατον. Τῶν ἐρωδιῶν τρία γένη εἰσίν, ὅ τε κέπφος καὶ ὁ λευκὸς καὶ ὁ ἀστερίας καλούμενος. τούτων ὁ κέπφος χαλεπῶς εὐνάζεται καὶ ὀχεύει· κράζει τε γὰρ καὶ ὀχεύων αἷμα, ὥς φασιν, ἀφίησιν ἐκ τῶν ὀφθαλμῶν καὶ τίκτει φαύλως καὶ ὀδυνηρῶς. ταῦτα μὲν οὖν ἀπὸ τῶν τοῦ Ἀριστοτέλους ἐκ τῶν περὶ τὰ ζῶα ἱστοριῶν παρεθήκαμεν. ἔοικε δὲ ἡ γραφὴ ἀπὸ τῆς ἱστορίας τοῦ ζώου τοῦ κέπφου τὴν λέξιν πεποιηκέναι τοῦ πειθομένου τῇ πόρνῃ γυναικὶ κεπφουμένου καὶ ἐξομοιουμένου τῷ ὀρνέῳ δι' ἀκολασίαν οἷον διακινηθέντος. Τιτρώσκει μὲν ἡμᾶς τοῖς λογισμοῖς, φονεύει δὲ ταῖς ἁμαρτίαις. 7 Μεταξὺ θρασύτητος καὶ δειλίας ἡ ἀνδρεία ἕστηκεν. Τὴν σοφίαν ποτὲ μὲν ἐν ἐξόδοις, ποτὲ δὲ ἐν εἰσόδοις ὑμνεῖσθαι φησίν, τοῦτ' ἔστιν παρὰ τοῖς ἐξερχομένοις ἀπὸ τῆς κακίας καὶ εἰσερχομένοις εἰς τὴν ἀρετήν. ἔξοδον γὰρ καὶ εἴσοδον τὸν ἐξερχόμενον καὶ εἰσερχόμενον ὀνομάζει· πολλάκις δὲ ἐσημειωσάμεθα τὴν συνήθειαν αὐτοῦ ταύτην, ὅτι ἀπὸ τῶν ἕξεων ὀνομάζει τοὺς κεκτημένους τὰς ἕξεις ἤτοι τὰς ἀρίστας καὶ τὰς χειρίστας. Καρδίαν ἐνταῦθα τὴν ἀρετὴν εἴρηκεν, τὴν ἐπισυμβαίνουσαν τῇ καρδίᾳ. Τὴν σοφίαν ἐνταῦθα ὡς γένος ἔλαβεν τῆς παιδείας καὶ τῆς γνώσεως· παιδείαν γὰρ καὶ γνῶσιν προτάξας ἐπάγει· Κρεῖσσον γὰρ σοφία λίθων πολυτελῶν, ὡς τῆς παιδείας καὶ τῆς γνώσεως περιεχομένης ἐν τῇ σοφίᾳ, ἥτις ἐστὶν πρῶτον χάρισμα τοῦ πνεύματος τοῦ ἁγίου, εἴπερ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας. τὸ δ' αὐτὸ τοῦτο λέγεται καὶ πνεῦμα υἱοθεσίας. Σημειωτέον ὅτι ἀδικίαν καὶ ὕβριν καὶ ὑπερηφανίαν τὸν ἄδικον καὶ ὑβριστὴν καὶ ὑπερήφανον λέγει, ἀπὸ τῆς χειρίστης ἕξεως ὀνομάζων αὐτόν. Ἡ αὐτὴ τροφὴ καὶ κρέας ὀνομάζεται καὶ ἄρτος καὶ γάλα καὶ λάχανα καὶ οἷνος· πλὴν οἱ ἄφρονες 89 ὡς ἄρτον αὐτοὺς λέγονται μεταλαμβάνειν καὶ ὡς οἶνος κεκερασμένος. εἰ δὲ τοῦτο, πῶς νοήσωμεν τὸ Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. Κρατήρ ἐστιν γνῶσις πνευματικὴ τοὺς περὶ ἀσωμάτων καὶ σωμάτων καὶ κρίσεως καὶ προνοίας περιέχουσα λόγους. Εἰ Παῦλος ὁ ἀπόστολος δοῦλός ἐστιν Χριστοῦ, ὁ δὲ Χριστὸς σοφία ἐστίν, Παῦλος ἄρα ὁ ἀπόστολος δοῦλος σοφίας ἐστίν. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἀποστόλων καὶ τῶν προφητῶν τὸν λόγον συνάξωμεν, δούλους τῆς σοφίας αὐτοὺς ἀποδείξαντες. Τοῦτο τὸ κήρυγμα μόνον ἐστὶν ὑψηλόν, τόπους γνώσεως κηρῦσσον θεοῦ. Οὐκ εἶπεν τῶν ἐμῶν κρεῶν, τελείων γάρ ἐστιν ἡ στερεὰ τροφή. Οὐ δεῖ ἁμαρτάνοντας ἐλέγχειν τοὺς κακούς· μᾶλλον δὲ περὶ φόβου θεοῦ αὐτοῖς διαλέγεσθαι, ὅστις πείθει αὐτοὺς ἀποστῆναι κακίας. 90 Εἰ τὸ γνῶναι τὸν νόμον διανοίας ἐστὶν ἀγαθῆς, καὶ τὸ ποιῆσαι τὴν ἐντολὴν διανοίας ἐστὶν ἀγαθῆς· πλὴν πρότερον τὸ ποιῆσαι τὴν ἐντολὴν τοῦ γνῶναι τὸν νόμον, εἴπερ ἡ γνῶσις μετὰ τὴν κάθαρσιν προσγίνεσθαι πέφυκεν. Ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν: σχό. Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενος καὶ ναυαγήσας περὶ τὴν πίστιν. Ἀπέλειπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος: σχό. Ἀπέλειπεν γὰρ τὴν ἄμπελον τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν. Συνάγει δὲ χερσὶν ἀκαρπίαν: Ἀκαρπία ἐστὶν κακία καὶ ἄγνοια. Ἣ οὐκ ἐπίσταται αἰσχύνην: σχό. Ὡς διδακτῆς οὔσης τῆς αἰσχύνης εἴρηται τὸ Οὐκ ἐπίσταται αἰσχύνην. καὶ ὁ ∆αυὶδ τὸν τοῦ θεοῦ φόβον διδακτὸν εἶναι [λέγει?]· ∆εῦτε γάρ φησιν τέκνα, ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς. εἰ δὲ ὁ φόβος καὶ ἡ αἰσχύνη πάθη ψυχῆς
About this text
Evagrius Ponticus, Expositio in Proverbia Salomonis (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Expositio in Proverbia Salomonis — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.