Unit 5 rem early
Rem early: Unit 5; lemma and argument toward the thesis.
Greek
λόγοις αὐτοῦ: Τῷ γὰρ νόμῳ κυρίου οὐκ ἔστιν προσθεῖναι, καὶ ἀπ' αὐτοῦ οὐκ ἔστιν ἀφελεῖν. Μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον: Ψευδώνυμον γνῶσιν μακράν μου ποίησον. Ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω Τίς με ὁρᾷ: Ἵνα μή, φησίν, πλησθεὶς γνώσεως ἀκροατὴς ὑπερήφανος γένωμαι, καὶ εἴπω Οὐδεὶς τὴν ἐμὴν ἐπιγνώσεται σοφίαν· ἵνα μὴ πλησθεὶς ἀπροσίτου γνώσεως, ψεύστης τοῖς ἀνθρώποις φανῶ, τοιαῦτα λέγων ὁποῖα μὴ δύνανται γινώσκειν οἱ ἐνδεδεμένοι αἵματι καὶ σαρκί. καλῶς δὲ καὶ τὸ ἕξης προστέθειται, τὸ Ἵνα μὴ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ· κλέπτει γάρ 111 τις ἀλλότρια θεωρήματα, ἵνα νοῦν ἐμπλήσῃ πεινῶντα. ἀλλὰ τοῦτο μὲν πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος ἐγίνετο· νυνὶ δὲ ὁ Παῦλος φησίν· Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ ἐργαζέτω δικαιοσύνην, ἵνα γνῶσιν κτησάμενος μεταδῶ καὶ τῷ χρείαν ἔχοντι τί γὰρ καὶ ἔστιν ὃ μή ἐστιν ἡμέτερον, ἵνα καὶ κλέψωμεν οἱ πεπιστευκότες Χριστῷ; πάντα γὰρ ἡμῶν ἐστίν, ἡμεῖς δὲ Χριστοῦ, δι' οὗ τὰ πάντα ἐγένετο, Χριστὸς δὲ θεοῦ. Ἢ πενόμενος κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ μου: Οὗτος κλέπτει γνῶσιν, οὐχ ὁ τὴν τοῦ προλαβόντος λαμβάνων, ἀλλ' ὁ ἐκ τῆς ψευδωνύμου ὑφαιρούμενος γνώσεως. καὶ γὰρ πάντες οἱ πεπιστευκότες Χριστῷ ἀπὸ τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων λαμβάνοντες θεωρήματα οὐ λέγονται κλέπται ἀλλοτρίων θεωρημάτων, ἀλλὰ μᾶλλον κληρονόμοι πατρώων χρημάτων. Μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου: Φυγόντα νοῦν τὴν κακίαν μὴ πάλιν παραδῷς τῇ κακίᾳ, εἴπερ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλος ἐστὶν τῆς ἁμαρτίας· ἁμαρτία δὲ νῦν ὀνομάζεται ὁ ἐνεργῶν τὴν ἁμαρτίαν διάβολος. Ἐπ' αὐτοὺς δὲ ἥξει εὐλογία ἀγαθή: Ἡ εὐλογία ἡ ἀγαθὴ ἡ νοητή ἐστιν εὐλογία, ἥτις ἀντιδιαιρεῖται πρὸς τὴν αἰσθητὴν εὐλογίαν. Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου καὶ παρασκευάζου εἰς τὸν ἀγρόν: Ὁ μὲν κύριος ἡμῶν ἐν τοῖς εὐαγγελίοις ἀγρὸν τὸν κόσμον ὠνόμασεν, ὁ 19 δὲ Σολομὼν (cod. h. l. ῶν) ἀγρὸν νῦν εἴρηκεν τὴν θεωρίαν τοῦ κόσμου· ἀλλ' ὁ μὲν ἐν τοῖς εὐαγγελίοις ἀγρὸς τοῦ συνεστῶτος ἐκ ψυχῆς καὶ σώματος ἀνθρώπου ἐστίν, αἰσθητὸς γὰρ ἐστίν· ὁ δὲ ἐνταῦθα δηλούμενος ἀγρὸς τοῦ νοῦ μόνου ἐστίν, νοητὸς ὢν καὶ συνεστὼς ἐκ τῶν λόγων τούτου τοῦ κόσμου, εἰς ὃν καρδίαι εἰσβαίνουσι καθαραί. Καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου: Μετὰ γὰρ σοφίας οἰκοδομεῖται οἶκος· εἰς δὲ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία. Οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται: Φραγμός ἐστιν ἀπάθεια ψυχῆς λογικῆς, ἐκ τῶν πρακτικῶν συνεστῶσα. 112 Ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρός, ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων: Οὗτοι οἱ κόρακες τοὺς μὲν δικαίους τρέφουσι μυστικῶς, τοὺς δὲ ἀδίκους κολάζουσι, τοὺς τῆς ἀδικίας ὀφθαλμοὺς ἐξορύττοντες, διότι τοῦ πάντων πατρὸς καὶ θεοῦ κατεγέλασαν, καὶ τῆν γεννῶσαν αὐτοὺς ἀρχαίαν γνῶσιν ἠτίμασαν· καὶ τοὺς μὲν ἐξορύσσοντας τοὺς ὀφθαλμοὺς τοῦ ἀσεβοῦς κόρακας εἶπεν, τοὺς δὲ ὅλον αὐτὸν κατεσθίοντας ὠνόμασεν ἀετούς, διὰ τὸ τοὺς μὲν τὴν μερικήν, τοὺς δὲ τὴν καθόλου κάθαρσιν πεπιστεῦσθαι. Καὶ τράγος ἡγούμενος αἰπολίου: Εἰ ἔριφοί εἰσιν οἱ ἀκάθαρτοι ἐξ ἀριστερῶν ὑπὸ τοῦ σωτῆρος ἱστάμενοι, ὁ δὲ τράγος ἡγεῖται τούτων, μήποτε ὁ τράγος νῦν τὸν διάβολον σημαίνει. Καὶ ὀρθὰ κρίνειν οὐ μὴ δύνωνται πάντας (edd. non habent) τοὺς ἀσθενεῖς: Οὐ μὴ δύνωνται ὀρθῶς διδάσκειν. ∆ότε (edd. δίδοτε) μέθην τοῖς ἐν λύπαις: Ὁ μεθυσθεὶς ἀπὸ τῆς πιότητος τοῦ οἴκου κυρίου ἐπιλανθάνεται τῶν ὀδυνῶν. ∆ιάκρινε δὲ πένητα καὶ ἀσθενῆ: Πένητα λέγει τὸν ἐστερημένον τῆς γνώσεως, ἀσθενῆ δὲ τὸν ἀκάθαρτον. ∆όξα θεοῦ κρύπτει λόγον: Τὸν ἔχοντα τὴν δόξαν τοῦ θεοῦ δόξαν εἶπεν θεοῦ, καὶ τὸν ἔχοντα τὴν δόξαν τοῦ ἐπουρανίου βασιλέως δόξαν βασιλέως ὠνόμασεν· οὗτοι γὰρ κρύπτουσι τὸν τοῦ θεοῦ λόγον ἐν ἑαυτοῖς, ὅπως ἂν μὴ ἁμάρτωσι, καὶ τιμῶσι τὰ προστάγματα δι' ὧν ποιοῦσιν αὐτά. πολλάκις δὲ τοῦτο παρεσημειωσάμεθα, ὅτι ἀπὸ τῶν ἀρετῶν ὀνομάζονται καὶ τῶν κακιῶν οἱ ἔχοντες τὰς ἀρετὰς καὶ τὰς κακίας· οὕτω ∆ίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν, ἀντὶ τοῦ δικαίους· καὶ Φόβος κυρίου μισεῖ ἀδικίαν ὕβριν τε καὶ ὑπερηφανίαν, τοῦτ' ἔστιν ἄδικον καὶ ὑβριστὴν καὶ ὑπερήφανον. καὶ ἐνταῦθα δὲ τὸν ἔχοντα τὴν τοῦ θεοῦ δόξαν καὶ τὸν ἔχοντα 113 τὴν δόξαν τοῦ βασιλέως δόξαν θεοῦ καὶ δόξαν βασιλέως ὠνόμασεν. ἢ τάχα δόξαν θεοῦ λέγει τὸν δοξάζοντα τὸν θεόν, καὶ δόξαν βασιλέως τὸν δοξάζοντα τὸν βασιλέα, ἵν' ᾖ τοιοῦτον τὸ λεγόμενον· ὁ δοξάζων τὸν θεὸν κρύπτει τὸν λόγον αὐτοῦ, καὶ ὁ
About this text
Evagrius Ponticus, Expositio in Proverbia Salomonis (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Expositio in Proverbia Salomonis — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.