Expositio in Proverbia Salomonis · §u05-open

Expositio in Proverbia Salomonis Unit 5 opening

Unit 5.

Lemma-led open — κυρίου : Αἱ πύλαι τῶν σοφῶν αἱ πρακτικαί εἰσιν ἀρεταί, δι ὧν εἰσέρχεται σοφία θεοῦ. Ἀκαθαρ

Greek

κυρίου): Αἱ πύλαι τῶν σοφῶν αἱ πρακτικαί εἰσιν ἀρεταί, δι' ὧν εἰσέρχεται σοφία θεοῦ. Ἀκαθαρσία δὲ λοιμῷ ἀνδρὶ ἐμμολυνθήσεται: Εἰ ἀρετὴν ἡ κακία μειοῖ, καὶ τὴν κακίαν δηλονότι ἡ ἀρετὴ διαφθείρει· τοῦτο δὲ γενήσεται ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἕως ἂν ἐκλείπῃ ἡ κακία· τὸ γὰρ Ἐμμολυν109 θήσεται ἀντὶ τοῦ ∆ιαφθαρήσεται τέθεικεν· διαφθείρεται δὲ ἀκαθαρσία ἤτοι ὑπὸ πρακτικῆς ἢ ὑπὸ δριμείας 109 κολάσεως. Ῥῦσαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ: Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς καταξιωθέντας γνώσεως καὶ ἀμελοῦντας τῆς διδασκαλίας, πολλῶν ἀπαγομένων ὑπὸ τῆς κακίας εἰς θάνατον. Φάγε μέλι υἱέ, ἀγαθὸν γὰρ κηρίον, ἵνα γλυκανθῇ ὁ λάρυγξ σου: Ἐσθίει μέλι ὁ ἀπὸ τῶν θείων γραφῶν ὠφελούμενος· ὁ δ' ἀπ' αὐτῶν τῶν πραγμάτων ἐκβάλλων τοὺς λόγους, ἀφ' ὧν εἰλήφασι καὶ οἱ ἅγιοι προφῆται καὶ ἀπόστολοι, τρώγει κηρίον· καὶ τὸ μὲν φαγεῖν μέλι παντὸς τοῦ βουλομένου ἐστίν, τὸ δὲ κηρίον μόνον τοῦ καθαροῦ. Μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίου: Μὴ ἕνεκεν ἡδονῆς προδῷς τὸν θεόν· οὗτος γὰρ νομὴ δικαίου, καὶ οὐ μὴ ἐγκαταλείπῃ σε. Ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς: Ἀποστρέφει μὲν ὁ θεὸς τὸν θυμὸν αὐτοῦ ἀπὸ τοῦ πεσόντος, ἐλεήσας αὐτόν· ὀργίζεται δὲ τῷ ἐπαρθέντι ἐπὶ τῷ πτώματι τοῦ ἐχθροῦ αὐτοῦ· πᾶς γὰρ ὁ ἐπιχαίρων ἀπολλυμένῃ ψυχῇ ὅμοιός ἐστιν τῷ διαβόλῳ τῷ μὴ θέλοντι πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. σημειωτέον δὲ ὅτι ἄνθρωπον ἐνταῦθα εἴρηκε τὸν ἐχθρόν, ὑπὲρ οὗ καὶ προσεύχεσθαι ἡμᾶς νενομοθέτηκεν ἐν τοῖς εὐαγγελίοις ὁ κύριος. Οὐ γὰρ μὴ γένωνται ἔγγονα πονηρῶν: Οὐ γεννήσουσι πονηροὶ ἀρετὰς καὶ δόγματα ὀρθά, ταῦτα γάρ ἐστι γεννήματα τῆς ψυχῆς, διὰ τὸ μὴ φοβεῖσθαι αὐτοὺς τὸν κύριον· οἱ δὲ ὄντες ἐν φόβῳ κυρίου ὅλην τὴν ἡμέραν ἕξουσιν ἔγγονα, καὶ 18 ἡ ἐλπὶς αὐτῶν οὐκ ἀποστήσεται. Φοβοῦ τὸν κύριον, υἱέ μου, καὶ βασιλέα: Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται: Πῶς οὖν ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις φησίν· Ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκεν τῷ υἱῷ; ἢ ἄλλο μέν ἐστιν τιμωρία, ἄλλο δὲ κρίσις· καὶ τιμωρία μέν ἐστιν στέρησις ἀπαθείας καὶ γνώσεως θεοῦ μετ' ὀδύνης σωματικῆς· κρίσις δέ ἐστιν γένεσις αἰῶνος κατ' ἀναλογίαν ἑκάστῳ τῶν λογικῶν σωμάτων διανέμοντος. 110 Μάχαιρα γὰρ γλῶσσα βασιλέως, καὶ οὐ σαρκίνη: Καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ. τὸ δὲ Οὐ σαρκίνη ἀντὶ τοῦ Οὐκ αἰσθητή. Ἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ, σὺν νεύροις ἀνθρώπους ἀναλίσκει: Τοὺς παλαιοὺς ἀνθρώπους τοὺς φθειρομένους κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης ἀναλίσκει ἡ μάχαιρα τοῦ θεοῦ, ἵν' ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον ἐνδύσονται τὸν νέον τὸν κατὰ θεὸν κτισθέντα. Καὶ συγκαίει ὥσπερ φλόξ: Πῦρ γὰρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν: Οὗτος ἄβρωτός ἐστι τοῖς δαίμοσιν, ὁ ὑπὸ τοῦ κυρίου καθαρθεὶς καὶ ἀπεχόμενος ἀπὸ πάσης κακίας. Ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων: Ἀφρονέστατον ἑαυτὸν εἶπεν κατὰ στέρησιν τῆς ἀνθρωπίνης φρονήσεως. Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη: Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν ἄνω, εἰ μὴ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ἀπὸ τοῦ οὐρανοῦ κατελθών. Τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ: Τίς πίστει ἢ πάντως συνήγαγε τοὺς ἀπ' ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης ἐν τῇ γνώσει τῇ τοῦ θεοῦ, καὶ δέδωκεν αὐτοῖς θεωρίαν πνευματικὴν ἐναποθεῖναι ταῖς ἀρεταῖς; καὶ ἄλλως, τίς διὰ τῆς ἀληθοῦς γνώσεως ἔκρυψε γνῶσιν ψευδῆς; Τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ: Τίς ἀληθῆ γνῶσιν ἐναπέθετο ταῖς ἀρεταῖς; Τίς ἐκράτησε πάντων τῶν ἄκρων τῆς γῆς: Τίς ἀπ' ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης συνήγαγε πάντα τὰ ἔθνη, πυκνώσας αὐτὰ ταῖς ἀρεταῖς καὶ τὸ ἐπουράνιον ὕδωρ ἐναποθέμενος τὸ ῥέον ἐκ τῆς πηγῆς τῆς ζωῆς. Μὴ προσθῇς τοῖς

About this text

Evagrius Ponticus, Expositio in Proverbia Salomonis (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Expositio in Proverbia Salomonis — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.