Expositio in Proverbia Salomonis · §u06-rem-close

Unit 6 rem close

Rem CLOSEOUT: Unit 6 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

ὁ πατὴρ δέδωκεν τῷ υἱῷ. Γυναῖκα ἀνδρείαν τίς εὑρήσει: Ἀνδρεία ἐστὶν ἕξις ἀρίστη λογικῆς ψυχῆς, καθ' ἣν τῶν ἀντικειμένων αὐτῇ κεκράτηκεν ἐχθρῶν. Ἡ τοιαύτη σκύλων οὐκ ἀπορήσει: Νικήσαντες τὴν ἀντικειμένην δύναμιν σκυλεύομεν αὐτήν, τοὺς περὶ αὐτῆς λόγους μανθάνοντες. Μηρυομένη ἔρια καὶ λίνον: Μηρύεται ἔρια καὶ λίνον ψυχὴ τοὺς περὶ ἐμψύχων καὶ ἀψύχων λόγους 122 γυμνάζουσα, ἢ τοὺς περὶ πρακτικῆς καὶ φυσικῆς ἐξετάζουσα λόγους. ἔλεγε δέ τις ὅτι μηρύεται ἔρια καὶ λίνον ψυχὴ τὴν περὶ σωμάτων καὶ ἀσωμάτων θεωρίαν διὰ τῆς πρακτικῆς ἕλκουσα πρὸς αὐτήν. Καὶ ἀνισταμένη ἐκ νυκτῶν (edd. ἀνίσταται ἐ. ν. καὶ) ἔδωκε βρώματα τῷ οἴκῳ: Τὴν ἐκ νυκτὸς ἀνισταμένην ψυχὴν ἐγρηγορυῖαν εὑρίσκει ὁ τῆς δικαιοσύνης ἥλιος· πάντως δὲ καὶ προσευχομένην ἵνα μὴ ἐμπέσῃ εἰς πειρασμόν· σπεύδει γὰρ καὶ αὐτὴ εἰπεῖν τὸ Ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματι. Καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς: Λύχνος ἐστὶ νοῦς καθαρὸς πνευματικῆς θεωρίας πεπληρωμένος. Τοὺς πήχεις αὐτῆς ̣ut cod. Alex.) ἐρείδει εἰς ἄτρακτον: Ἄτρακτός ἐστι νοῦς καθαρός, συμπλέκων ἀρετὴν ἀρετῇ καὶ δόγματι δόγμα· ἢ λόγος προφορικός, ἕλκων ἀπὸ τοῦ νοῦ πνευματικὴν θεωρίαν. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς ὅταν που ̣cod. ποῦ) χρονίζῃ: Οὐκ ἂν προέλθοι ὁ νοῦς οὐδ' ἐν τῇ θεωρίᾳ γένοιτο τῶν ἀσωμάτων, μὴ τὰ ἔνδον διορθωσάμενος· ἡ γὰρ ταραχὴ τῶν οἰκείων ἐπιστρέφειν αὐτὸν εἴωθε πρὸς τὰ ἀφ' ὧν ἐξελήλυθεν· ἀπάθειάν τε 25 κτησάμενος χρονίσει τε ἐν τῇ θεωρίᾳ, καὶ οὐ φροντίσει τῶν ἐν οἴκῳ· ἐνδέδυται γὰρ θυμὸς μὲν πραΰτητα καὶ ταπεινοφροσύνην, ἐπιθυμία δὲ σωφροσύνην καὶ ἐγκράτειαν. Ἐκ βύσσου καὶ πορφυρᾶς ἑαυτῇ ἐνδύματα: Γῆς καὶ θαλάσσης οἱ λόγοι ἐνδύματά εἰσι ψυχῆς λογικῆς ἐκ βύσσου καὶ πορφυρᾶς. ἄλλος δέ τις ἐρεῖ τὴν θεωρίαν τῶν γεγονότων καὶ τὴν θεωρίαν τῆς ἁγίας τριάδος ἔνδυμα εἶναι νοῦ καθαροῦ ἐκ βύσσου καὶ πορφυρᾶς. Σινδόνας ἐποίησεν καὶ ἀπέδοτο, περιζώματα δὲ ̣ut cod. Alex.) τοῖς Χαναναίοις: Ἡ φανεῖσα σινδὼν ἐπὶ τοῦ δώματος Πέτρῳ σύμβολον ἦν τοῦ κόσμου τοῦ αἰσθητοῦ· τὰ γὰρ ἐν αὐτῇ περιεχόμενα ζῶα τὰ διάφορα ἤθη τῶν ἀνθρώπων ἐδήλου καθαρισθέντα τῷ σταυρῷ τοῦ Χριστοῦ. εἰ οὖν ἡ μία σινδὼν τὸν κόσμον τοῦτον ἐσήμαινεν, μήποτε αἱ πλείους σινδόνες τὴν περὶ διαφόρων κόσμων περιέχουσι θεωρίαν, ἣν ἡ καθαρὰ ψυχὴ θεωρήσασα καὶ ἄλλοις μετέδωκεν. εἰ δὲ οἱ Χαναναῖοι ταπεινοὶ ἑρμηνεύονται, καλῶς οὐ τοῖς ταπεινοῖς τὴν διάνοιαν ἀπέδοτο τὰς σινδόνας, ἀλλὰ καθαροῖς μὲν τὰς σινδόνας, τοῖς δὲ Χαναναίοις περιζώματα, ἅπερ πρακτικῆς ἐστὶ σύμβολα, τὸ παθητικὸν μέρος τῆς ψυχῆς περισφίγγοντα. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς: Εἰ ὁ διάβολος βασιλεύς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι καὶ δι' ἀνύδρων τόπων ἀνάπαυσιν οὐχ εὑρίσκει, καλῶς τῆς καθαρᾶς ψυχῆς στεγναὶ αἱ διατριβαὶ λέγονται εἶναι. Σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν: Σῖτα ὀκνηρὰ τὰς κακίας εἶναί φασιν. Γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ κυρίου αὕτη αἰνείτω: Εἰ ἀρχὴ σοφίας φόβος κυρίου, δικαίως ἡ τυχοῦσα τῆς σοφίας ψυχὴ αἰνεῖ τὸν φόβον κυρίου, ὅστις γέγονεν αὐτῇ τῆς τοιαύτης γνώσεως πρόξενος. Μετελήφθησαν ἀφ' ὧν εὕρομεν ἑξαπλῶν. καὶ πάλιν αὐτὰ χειρὶ Πάμφιλος καὶ Εὐσέβιος διορθώσαντο. 26

About this text

Evagrius Ponticus, Expositio in Proverbia Salomonis (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Expositio in Proverbia Salomonis — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.