Unit 6 rem mid
Rem mid: Unit 6; lemma continues; reading with the letter.
Greek
κεκτημένους ἐρίφους καὶ πρόβατα, τοῦτ' ἔστιν τοὺς ἔχοντας λογισμοὺς ἀπαθεῖς καὶ ἐμπαθεῖς. οὕτω καὶ τοὺς ἔχοντας τὰ ζιζάνια προσηγόρευσεν, καὶ τοὺς τὸν σῖτον ἔχοντας σῖτον, ἀπὸ τῆς χειρίστης καὶ ἀρίστης ἕξεως ὀνομάσας αὐτούς. τοιοῦτόν ἐστιν καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον, τὸ Ἡ ἀγάπη οὐ περπερεύεται, ἀντὶ τοῦ Ὁ ἔχων τὴν ἀγάπην. Βασιλεὺς δίκαιος ἀνίστησι χώραν: Ὁ μὲν Χριστὸς ἀνίστησι τὴν φύσιν τὴν λογικήν· ὁ δὲ ἀντίχριστος κατασκάπτει. Καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων: Οὐκοῦν πτωχός ἐστιν ὁ μὴ ἔχων νοῦν ἐπιγνώμονα. Ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ καταπτήσσει: Καὶ ἐπ' αὐτόν, φησὶν ὁ ∆αυίδ, γελάσονται καὶ ἐροῦσιν· Ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ. Ἄνδρες αἱμάτων (edd. add. μέτοχοι) μισοῦσιν ὅσιον, οἱ δὲ εὐθεῖς ἐκζητοῦσι (edd. ἐκζητήσουσι) ψυχὴν αὐτοῦ: Οὗτος ἐκζητεῖ ψυχὴν δικαίου, ὁ τὰ αὐτῇ νενοημένα νοῆσαι βουλόμενος. 24 Σοφὸς δὲ ταμιεύεται κατὰ μέρος: Οὗτος ταμιεύεται τὸν θυμὸν κατὰ μέρος, ἤτοι ὁ ἐπὶ τοῖς δικαίοις ὀργιζόμενος πράγμασιν, ἢ ὁ διὰ τῆς μακροθυμίας καταναλίσκων τὸν θυμὸν κατὰ μέρος· καὶ πρὸς μὲν τοὺς ἁπλουστέρους λεκτέον τὸ πρότερον, πρὸς δὲ τοὺς σπουδαίους τὸ δεύτερον. Οὐ μὴ ὑπάρξει ἐξηγητὴς ἔθνει παρανόμῳ: Τοῖς μὲν φυλάξασι τὸν νόμον ὑπάρξει ἐξηγητής· τοῖς δὲ 121 παρανομήσασιν ἐξηγητὴς μὲν οὐχ ὑπάρξει, κολαστὴς δὲ ὑπάρξει· εἴπερ οὐ λόγος ἀλλὰ ῥάβδος παρανόμῳ δίδοται ἔθνει. Λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός: Ὅτι οὐδεὶς κατὰ φύσιν σκληρός, παρίστησι τὸ Ἐὰν γὰρ καὶ νοήσῃ, οὐχ ὑπακούσεται· ὁ γὰρ κατὰ φύσιν σκληρὸς οὐκ ἂν ὀρθόν τι νοήσοι ποτέ. τοῦτο δὲ λέγω διὰ τὸν Φαραὼ σκληρυνθέντα ἐπὶ τῷ Ἰσραήλ, καὶ μὴ λόγοις ἀλλὰ μάστιξι παιδευθέντα. Ὃς κατασπαταλᾷ, ἐκ παιδίου (edd. ἐ. παιδὸς) οἰκέτης ἔσται: Εἰ τὸ σπαταλᾶν ἁμαρτάνειν ποιεῖ, πᾶς δὲ ὁ ποιῶν τῆν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας, πᾶς ἄρα ὁ σπαταλῶν δοῦλός ἐστι τῆς ἁμαρτίας. Ὕβρις ἄνδρα ταπεινοῖ: Νῦν τὴν κακίαν ὕβριν ψυχῆς λογικῆς ὀνομάζει. Ὃς μερίζεται κλέπτῃ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν: Ὁ κλέπτης, φησίν, οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ. Ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν: Ὅρκον εἶπεν τὸν νόμον· ὥσπερ γὰρ ὁ ὅρκος τίθησι θεὸν ἐν ψυχῇ, οὕτω καὶ ὁ νόμος εἰσάγει θεὸν ἐν ψυχῇ· καὶ ὃν τρόπον πάλιν ἀναιρεῖ ἡ ἐπιορκία θεὸν ἐκ ψυχῆς, οὕτω καὶ παρανομία ἐκβάλλει θεὸν ἀπ' αὐτῆς. ἐὰν οὖν, φησίν, νόμου τεθέντος ἀκούσωσι καὶ μὴ ἐξαγορεύσωσιν ἑαυτῶν τὰς ἁμαρτίας, φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους, ὑποσκελισθήσονται. οὕτω δὴ καὶ ὁ ∆αυίδ· Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. καὶ πάλιν ὁ Σολομὼν φησίν· Ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται, ὁ δὲ ἐξηγούμενος καὶ ἐλέγχων ἀγαπηθήσεται. καὶ ὁ ∆αυὶδ Εἶπα, φησίν, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. καὶ Λέγε σὺ πρῶτος τὰς ἀνομίας σου. Πολλοὶ θεραπεύουσι πρόσωπα ἡγουμένων: Ἐν τῷ κατορθοῦν θεραπεύομεν τοὺς ἀγγέλους· αὐτοὶ γάρ εἰσιν οἱ ἡγούμενοι ἡμῶν ἀπ' ἀρχῆς λαβόντες ἡμᾶς, ὅτε διεμέριζεν ἔθνη ὁ ὕψιστος καὶ ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων αὐτοῦ. τὸ δὲ ἐκ τῆς κρίσεως δίκαιον ὑπάρξει ἡμῖν παρὰ τοῦ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὅτε κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ· εἴγε πᾶσαν τὴν κρίσιν
About this text
Evagrius Ponticus, Expositio in Proverbia Salomonis (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Expositio in Proverbia Salomonis — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.