Gnosticus · §u01-open

Gnosticus Unit 1 opening

Unit 1.

Lemma-led open — Ο ΓΝΩΣΤΙΚΟΣ Η ΠΡΟΣ ΤΟΝ ΚΑΤΑΞΙΩΘΕΝΤΑ ΓΝΩΣΕΩΣ Πρακτικοὶ λόγους νοήσουσι πρακτικούς, γνωστικο

Greek

Gnosticus (fragmenta Graeca) Ο ΓΝΩΣΤΙΚΟΣ Η ΠΡΟΣ ΤΟΝ ΚΑΤΑΞΙΩΘΕΝΤΑ ΓΝΩΣΕΩΣ 1 Πρακτικοὶ λόγους νοήσουσι πρακτικούς, γνωστικοὶ δὲ ὄψονται γνωστικά. 2 Πρακτικὸς μέν ἐστιν ὁ τὸ παθητικὸν μέρος τῆς ψυχῆς μόνον ἀπαθὲς κεκτημένος. 3 Γνωστικὸς δὲ ὁ ἁλὸς μὲν λόγον ἐπέχων τοῖς ἀκαθάρτοις, φωτὸς δὲ τοῖς καθαροῖς. 4 Ἡ μὲν ἔξωθεν ἡμῖν συμβαίνουσα γνῶσις, διὰ τῶν λόγων ὑποδεικνύειν πειρᾶται τὰς ὕλας· ἡ δὲ ἐκ Θεοῦ χάριτος ἐγγινομένη, αὐτοψεὶ τῇ διανοίᾳ παρίστησι τὰ πράγματα, πρὸς ἃ βλέπων ὁ νοῦς, τοὺς αὐτῶν λόγους προσίεται· ἀντίκειται δὲ τῇ μὲν προτέρᾳ ἡ πλάνη· τῇ δὲ δευτέρᾳ ὀργὴ καὶ θυμός· καὶ τὰ τούτοις παρακολουθοῦντα. 5 Πᾶσαι τῷ γνωστικῷ ὁδοποιοῦσιν αἱ ἀρεταί· ὑπὲρ δὲ πάσας ἡ ἀοργησία. Ὁ γὰρ γνώσεως ἐφαψάμενος καὶ πρὸς ὀργὴν ῥᾳδίως κινούμενος, ὅμοιός ἐστι τῷ σιδηρᾷ περόνῃ τοὺς ἑαυτοῦ ὀφθαλμοὺς κατανύττοντι. 6 Ἀσφαλιζέσθω δὲ ἐν ταῖς συγκαταβάσεσιν ὁ γνωστικός, μήποτε λάθῃ αὐτὸν ἕξις γινομένη ἡ συγκατάβασις, καὶ πειράσθω πάσας ἐπίσης ἀεὶ τὰς ἀρετὰς κατορθοῦν, ἵνα ἀντακολουθῶσιν ἀλλήλαις καὶ ἐν αὐτῷ, διὰ τὸ πεφυκέναι τὸν νοῦν ὑπὸ τῆς ἐλαττουμένης προδίδοσθαι. 8 Αἰσχρὸν γνωστικῷ τὸ δικάζεσθαι καὶ ἀδικουμένῳ καὶ ἀδικοῦντι· ἀδικουμένῳ μὲν ὅτι οὐχ ὑπέμεινεν, ἀδικοῦντι δὲ ὅτι ἠδίκησε. 9 Ἡ γνῶσις συντηρουμένη διδάσκει τὸν μετέχοντα αὐτῆς ὅπως ἂν διαφυλαχθῇ καὶ ἐπὶ μείζονα προέλθοι. 13 ∆ίκαιον τοῖς μοναχοῖς καὶ τοῖς κοσμικοῖς περὶ πολιτείας ὀρθῆς διαλέγεσθαι καὶ ὅσα τῆς φυσικῆς ἢ θεολογικῆς δόγματα σαφηνίζειν ἐκ μέρους, ὧν χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. 15 Γνώριζε καιρῶν καὶ βίων καὶ ἐπιτηδευμάτων τοὺς λόγους καὶ τοὺς νόμους, ἵνα ἔχῃς ἑκάστῳ τὰ συμφέροντα ῥᾳδίως λέγειν. 21 Τοὺς τῶν ψεκτῶν προσώπων λόγους οὐκ ἀλληγορήσεις, οὐδὲ ζητήσεις τι πνευματικὸν ἐν αὐτοῖς, πλὴν εἰ μὴ δι' οἰκονομίαν ὁ Θεὸς ἐνήργησεν, ὡς ἐν τῷ Βαλαὰμ καὶ Καϊάφᾳ, ἵνα ὁ μὲν περὶ γενέσεως, ὁ δὲ περὶ θανάτου τοῦ Σωτῆρος ἡμῶν

About this text

Evagrius Ponticus, Gnosticus (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Gnosticus — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.