Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
προείπῃ. 22 ∆εῖ δὲ μὴ σκυθρωπὸν εἶναι τὸν γνωστικὸν μηδὲ δυσπρόσιτον· τὸ μὲν γὰρ ἀγνοοῦντός ἐστι τοὺς λόγους τῶν γινομένων· τὸ δὲ μὴ βουλομένου πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. 24 Πρόσεχε σεαυτῷ μήποτε κέρδους ἕνεκεν ἢ τοῦ εὐπαθεῖν, ἢ δόξης χάριν παρερχομένης, εἴπῃς τι τῶν ἀπορρήτων καὶ βληθῇς ἔξω τῶν ἱερῶν περιβόλων, ὡς καὶ αὐτὸς ἐν τῷ ναῷ τὰ τῆς περιστερᾶς τέκνα πιπράσκων. 27 Μὴ ἀπερισκέπτως θεολογήσῃς, μηδέποτε ὁρίζου τὸ θεῖον· τῶν γὰρ γεγονότων καὶ συνθέτων εἰσὶν οἱ ὅροι. 28 .............................................. ........ ὅτι μισεῖ κακίαν ὁ πειραθεὶς κακίαν, πεῖρα δὲ τῆς ἐγκαταλείψεως ἔγγονος ............................. 29 Οἱ διδασκόμενοι λεγέτωσάν σοι ἀεὶ τό· φίλε προσανάβηθι ἄνω· αἰσχρὸν γάρ ἐστιν ἀναβάντα σε πάλιν ὑπὸ τῶν ἀκουόντων κατενεχθῆναι. 30 Φιλάργυρός ἐστιν οὐχ ὁ ἔχων χρήματα, ἀλλ' ὁ ἐφιέμενος τούτων· τὸν γὰρ οἰκονόμον εἶναί φασι βαλάντιον λογικόν. 1 31 Γέροντας μὲν θυμοῦ, τοὺς δὲ νέους γαστρὸς κρατεῖν παρακάλει· τοὺς μὲν γὰρ οἱ ψυχικοί, τοὺς δὲ ἐπὶ πλεῖστον οἱ σωματικοὶ διαμάχονται δαίμονες. 32 Ἔμφραττε στόματα τῶν καταλαλούντων ἐν ἀκοαῖς σου· καὶ μὴ θαυμάσῃς ὑπὸ πλείστων κατηγορούμενος· οὗτος γὰρ ὁ πειρασμὸς ἐκ δαιμόνων· τὸν γὰρ γνωστικὸν ἐλεύθερον εἶναι δεῖ μίσους καὶ μνησικακίας, καὶ μὴ βουλομένων. 33 Λέληθεν ἴσως ἑαυτὸν θεραπεύων ὁ διὰ τὸν Κύριον τοὺς ἀνθρώπους ἰώμενος· ὃ γὰρ προσάγει φάρμακον ὁ γνωστικός, τὸν μὲν πλησίον ἐνδεχομένως, ἑαυτὸν δὲ ἀναγκαίως ἰᾶται. 36 Λανθανέτω τοὺς κοσμικοὺς καὶ τοὺς νέους ὁ περὶ κρίσεως ὑψηλότερος
About this text
Evagrius Ponticus, Gnosticus (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Gnosticus — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.