Gnosticus · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

λόγος, γεννῶν ῥᾳδίως τὴν καταφρόνησιν· οὐ γὰρ ἴσασιν ὀδύνην ψυχῆς λογικῆς καταδικασθείσης τὴν ἄγνοιαν. 37 Ὁ ἅγιος Παῦλος ὑποπιάζων ἐδουλαγώγει τὸ σῶμα· μὴ ἀμελήσῃς οὖν τῆς διαίτης ἐν τῇ ζωῇ σου καὶ μὴ καθυβρίσῃς τὴν ἀπάθειαν σώματι παχεῖ ταπεινώσας αὐτήν. 38 Μὴ μεριμνήσῃς περὶ βρωμάτων ἢ ἐνδυμάτων, ἀλλὰ μέμνησο τοῦ Ἀβενὴρ τοῦ λευίτου ὃς τὴν κιβωτὸν ὑποδεξάμενος τοῦ Κυρίου, πλούσιος ἐκ πενήτων καὶ ἔνδοξος ἐξ ἀτίμων γέγονε. 41 Πᾶσα πρότασις ἢ γένος ἔχει κατηγορούμενον, ἢ διαφοράν, ἢ εἶδος, ἢ ἴδιον, ἢ συμβεβηκός, ἢ τὸ ἐκ τούτων συγκείμενον· οὐδὲν δὲ ἐπὶ τῆς ἁγίας Τριάδος τῶν εἰρημένων ἔστι λαβεῖν. Σιωπῇ προσκυνείσθω τὸ ἄρρητον. 42 Πειρασμὸς γνωστικοῦ ἐστιν ὑπόληψις ψευδὴς περὶ τὸν νοῦν ἱσταμένη τοῦ ὑπάρχοντος μὲν ὡς μὴ ὑπάρχοντος, τοῦ δὲ μὴ ὑπάρχοντος ὡς ὑπάρχοντος, καὶ τοῦ ὑπάρχοντος μὲν μὴ οὕτως δὲ ὑπάρχοντος ὥσπερ γέγονε. 44 Τέσσαρας ἀρετὰς καὶ τῆς θεωρίας αὐτῆς, παρὰ τοῦ δικαίου Γρηγορίου μεμαθήκαμεν εἶναι, φρόνησιν καὶ ἀνδρείαν, σωφροσύνην καὶ δικαιοσύνην· καὶ φρονήσεως μὲν ἔργον ἔλεγεν εἶναι τὸ θεωρεῖν τὰς νοερὰς καὶ ἁγίας δυνάμεις δίχα τῶν λόγων· τούτους γὰρ ὑπὸ τῆς σοφίας μόνης δηλοῦσθαι παραδέδωκεν· ἀνδρείας δὲ τὸ ἐγκαρτερεῖν τοῖς ἀληθέσι καὶ πολεμούμενον, καὶ μὴ ἐμβατεύειν εἰς τὰ μὴ ὄντα· τὸ δὲ παρὰ τοῦ πρώτου γεωργοῦ δέχεσθαι τὰ σπέρματα καὶ ἀπωθεῖσθαι τὸν ἐπισπορέα, τῆς σωφροσύνης ἴδιον ἀπεκρίνατο εἶναι· δικαιοσύνης δὲ πάλιν, τὸ κατ' ἀξίαν ἑκάστῳ τοὺς λόγους ἀποδιδόναι, τὰ μὲν σκοτεινῶς ἀπαγγέλλουσαν, τὰ δὲ δι' αἰνιγμάτων σημαίνουσαν, τινὰ δὲ καὶ φανεροῦσαν πρὸς ὠφέλειαν τῶν

About this text

Evagrius Ponticus, Gnosticus (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Gnosticus — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.