Institutio sive Paraenesis ad monachos · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

Οὐδὲν μέγα, εἰ γινόμεθα δίκαιοι, ὃ γὰρ ἐκτίσθημεν ὑπὸ τοῦ Θεοῦ πρῶτον, καλοὶ λίαν, τοῦτο γενησόμεθα 79.1240 Ὁ παρὰ φύσιν βιῶν, οὐ τηρεῖ ἐντολὰς Θεοῦ. Πᾶσα σοφία φοβεῖσθαι τὸν Κύριον, πᾶσα δὲ παιδεία ἡ μὴ διδάσκουσα νόμον Κυρίου, μωρία ἐστὶ καὶ ἀφροσύνη. Οὐ ῥύσεται πίστις καὶ βάπτισμα τοῦ αἰωνίου πυρὸς, χωρὶς ἔργων δικαιοσύνης. Εἰ γὰρ συνετάξω τῷ Χριστῷ, τήρει τὰς ἐντολὰς αὐτοῦ, καὶ εἰ πιστεύεις τὰ μέλλοντα, ἀντιποιοῦ τῆς δόξης τῆς αἰωνίου, καὶ φοβήθητι τὴν φλογίνην ῥομφαίαν· εἰ δὲ οὐ κατορθοῖς τὰ προστάγματα τοῦ Θεοῦ, μὴ λέγε πιστὸν σεαυτόν. Πᾶσα ἡ κτίσις τῷ προστάγματι τοῦ Θεοῦ πειθαρχεῖ, ὁ δὲ ἄνθρωπος μόνος ἀπειθεῖ, δι' ὃν γέγονε τὰ πάντα. Οὐδὲν παρέξομεν Θεῷ εἰ τηρήσομεν ἑαυτοὺς ἁγνοὺς, ἀλλ' ἑαυτοῖς ζωὴν προξενήσομεν, καὶ ἀπόλαυσιν ἀνεκλάλητον τῶν αἰωνίων ἀγαθῶν. Μὴ εἴπῃς, ὅτι Οὐ δύναμαι τηρῆσαι ἢ διὰ πατέρα, ἢ διὰ μητέρα, ἢ διὰ γυναῖκα, ἢ διὰ τέκνα, ἢ δι' ἕτερόν τινα, τὴν τοῦ Θεοῦ ἐντολὴν, οὐ γὰρ ἐκεῖνοί σε ῥύσονται τῆς ἐπικειμένης ὀργῆς, καὶ τοῦ ἀτελευτήτου σκώληκος. Ἔστω δέ σοι πᾶς ὁ ἐναντιούμενος πρὸς κατόρθωσιν Θεοῦ, καὶ ἀρετῶν, βδελυκτὸς καὶ μισητὸς, τῷ τοιούτῳ μηδὲ συνεσθίειν καλόν. 2

About this text

Evagrius Ponticus, Institutio sive Paraenesis ad monachos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Institutio sive Paraenesis ad monachos — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.