Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
ὁ μὴ ποιῶν καρποὺς Πνεύματος ἁγίου. Ὡς ἀμήχανον, μὴ βλαβῆναι ἄνθρωπον κρουσθέντα ὑπὸ βέλους, οὕτως ἀδύνατόν ἐστι, μοναχὸν καταδεξάμενον λογισμὸν πονηρὸν μὴ τρωθῆναι. Ὥσπερ ὁ ἐξελθὼν ὁδοῦ εὐθείας, πλανᾶται ἐν ἀλλοδαπῇ χώρᾳ, μὴ ἐπιστάμενος ποῦ πορεύεται, οὕτω καὶ ἄνθρωπος πλανᾶται μὴ πιστεύων εἰς ὁμοούσιον Τριάδα. Ὥσπερ τις εἰς πολλὰ διαιρούμενος ἕν ἐστι τῇ φύσει, οὕτως καὶ ἡ ἁγία Τριὰς, εἰ καὶ τοῖς ὀνόμασι καὶ ταῖς ὑποστάσεσι διῄρηται, τῇ φύσει μία ἐστί. Θεοῦ φύσιν οὐ καταλάβοις, οὐδ' εἰ πτεροῖς πετόμενος, ὁ Θεὸς ἀκατάληπτός ἐστι, διὸ καὶ κτίστης ἡμῶν ἐστιν. Ὥσπερ τὸ κατασκευαζόμενον σκεῦος ἀγνοεῖ τοῦ κατασκευάσαντος τὴν ἀρχὴν καὶ τὴν φύσιν, οὕτω καὶ ἄνθρωπος οὐ δυνήσεται 1 ἐξευρεῖν Θεοῦ φύσιν ἢ ἀρχήν. Τριάδα μὴ περιεργάζου, ἀλλὰ μόνον πίστευε, καὶ προσκύνει· ὁ γὰρ περιεργαζόμενος οὐ πιστεύει. Κτήσασθε σοφίαν καὶ μὴ ἀργύριον, ποιήσατε φωτεινὸν ἔνδυμα Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ὑπὲρ πᾶσαν στολὴν βυσσίνην, ὅτι οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θανάτου. Ὥσπερ πῦρ καταναλίσκει δρυμὸν, οὕτω καταναλωθήσεται πᾶς ἁμαρτωλὸς ὑπὸ τοῦ αἰωνίου πυρὸς, καὶ οὐ δύναται τελευτῆσαι· ἀθάνατα γὰρ βασανισθήσεται.
About this text
Evagrius Ponticus, Institutio sive Paraenesis ad monachos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Institutio sive Paraenesis ad monachos — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.