Institutio sive Paraenesis ad monachos · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and argument toward the thesis.

Greek

καρδίᾳ. Ὁ μὴ κεκτημένος προσευχὴν καθαρὰν, οὐκ ἔχει ὅπλον εἰς πόλεμον. Ὁ κεκοσμημένος, καὶ σεσαρωμένος ἀπὸ ἀρετῶν Θεοῦ, κατοικητήριον ἔσται δαιμόνων. 79.1237 Ὡς οὐκ ἔστι κατοικῆσαι βασιλέα ἐν οἴκῳ πένητος, οὕτως οὐ κατοικήσει Χριστὸς ἐν ψυχῇ ῥερυπωμένῃ ἀπὸ ἁμαρτίας. Ὥσπερ ἀνήμερος τόπος ἡμεροῦται δι' ἐπιμελοῦς φιλεργίας, οὕτως ψυχὴ ἀγριωθεῖσα ταῖς ἁμαρτίαις ἠμεροῦται, εἰ νόμῳ Θεοῦ πολιτεύσεται. Ὥσπερ πέτρα οὖσα ἐν θαλάσσῃ ἑδραία μένει, καὶ ἀσάλευτος κατακρουομένη ὑπὸ κυμάτων, οὕτω καὶ ὁ τὰς ἀρετὰς κατορθώσας, καὶ ταύταις ὅλως ἀνακραθεὶς, οὐ μὴ σαλευθῇ ὑπὸ τοῦ διαβόλου. Ὥσπερ ἰατρὸς πρὸς τὴν τοῦ πάθους θεραπείαν ἐπινοεῖ τὸ φάρμακον, οὕτως καὶ ἡ γνῶσις τοῦ Θεοῦ συντηρουμένη διδάσκει τὸν μετέχοντα αὐτῆς, ὅπως ἂν διαφυλαχθῇ, καὶ ἐπὶ μείζονα προέλθοι. Ὥσπερ χαράδρα ἑαυτῆς ἐμποιεῖται τὴν διόδον οὕτω καὶ ἁμαρτία παραδεχθεῖσα κατεργάζεται τοῦ κεκτημένου αὐτῆς τὴν ἀπώλειαν. Ὡς οὐκ ἔστιν εἰς λίνα ἐμπεσόντα ἔλαφον εὐχερῶς ἐκφυγεῖν, οὕτως οὐ μὴ φύγῃ ἁμαρτίαν ὁ τὰς ἐπιθυμίας ἐκτελῶν, καὶ ἐν τῷ κόσμῳ τούτῳ ἀναστρεφόμενος· ἐπιθυμίαι γὰρ πονηραὶ, καὶ ἡδοναὶ, σειραὶ δύσλυτοι. Ὥσπερ ἄμπελος, μὴ ποιοῦσα καρποὺς καλοὺς, ἐκκόπτεται ἵνα μὴ τὸν τόπον καταργῇ, οὕτως καὶ ἀπὸ τοῦ Κυρίου ἐκριζωθήσεται πᾶς

About this text

Evagrius Ponticus, Institutio sive Paraenesis ad monachos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Institutio sive Paraenesis ad monachos — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.