Scholia in Ecclesiasten Unit 2 opening
Unit 2.
Lemma-led open — παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς.
Greek
τὰ παιδία ταῦτα.» Ὅμοιον τούτῳ καὶ τὸ παρὰ τῷ ∆αυὶδ κείμενον· «παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς.» 31 Σπαρτίον ἔντριτόν ἐστι νοῦς ἀπαθὴς πνευματικῆς πληρούμενος γνώσεως ἢ νοῦς σοφὸς ἄγγελον θεοῦ παρεπόμενον ἔχων. Εὖ δὲ καὶ τὸ μὴ φάναι αὐτὸν «οὐκ ἀπορραγή σεται», ἀλλ' «οὐ ταχέως ἀπορραγήσεται»· τρεπτὴ γάρ ἐστιν ἡ φύσις ἡ λογική. 32 4, 13 ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα ὃς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι Παῖς ἐστιν ὁ τὴν ἐκ νεότητος διδασκαλίαν φυλάξας, πρεσβύτερος δὲ ὁ καταλελοιπὼς τὴν διδασκαλίαν τὴν ἐκ νεότητος καὶ τῆς θείας ἐπιλαθόμενος διαθήκης καὶ γεγηρακὼς τῇ κακίᾳ· καὶ ὁ μὲν πρότερός ἐστι τοῦ Χριστοῦ, ὁ δὲ δεύτερος τοῦ πονηροῦ. 33 4, 14 ὅτι ἐξ οἴκου τῶν δεσμίων ἐξελεύσεται βασιλεῦσαι, ὅτι καί γε ἐν βασιλείᾳ αὐτοῦ ἐγεννήθη πένης Οἶκος δεσμίων ἐστὶν ὁ κόσμος ὁ αἰσθητός, ἐν ᾧ «σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται». 34 4, 17 φύλαξον τὸν πόδα σου, ἐν ᾧ ἂν πορεύῃ εἰς τὸν οἶκον τοῦ θεοῦ, καὶ ἐγγὺς τοῦ ἀκούειν· ὑπὲρ δόμα τῶν ἀφρόνων θυσία σου, ὅτι οὐκ εἰσὶν εἰδότες τοῦ ποιῆσαι κακόν «Οὐκ οἴδασι πῶς προσκόπτουσιν», μηδ' αὐτὸ τοῦτο εἰδότες ὅτι παρανομοῦσιν. 35 5, 1 μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ καρδία σου μὴ ταχυνέτω τοῦ ἐξενέγκαι λόγον πρὸ προσώπου τοῦ θεοῦ· ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ, καὶ σὺ ἐπὶ τῆς γῆς· ἐπὶ τούτῳ ἔστωσαν οἱ λόγοι σου ὀλίγοι. 5, 2 ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει πειρασμοῦ καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων «Τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν.» Ἢ τάχα νῦν οὐ τοῦτο βούλεται λέγειν, προστάσσει δὲ μὴ ἀπερισκέπτως θεολογεῖν· οὐ γὰρ δυνατὸν τὸν ἐν αἰσθητοῖς ὄντα καὶ ἀπὸ τούτων λαμβάνοντα τὰ νοήματα περὶ τοῦ ὄντος ἐν τοῖς νοητοῖς θεοῦ καὶ πᾶσαν διαφεύγοντος αἴσθησιν ἀπταίστως διαλεχθῆναι. ∆ιὰ τοῦτό φησι· «καὶ ἔστωσαν οἱ λόγοι σου ὀλίγοι», τουτέστιν ἀληθεῖς καὶ περιεσκεμμένοι· τὸ γὰρ ὀλίγον τοιοῦτόν τι σημαίνειν μοι φαίνεται, ὡς καὶ τὸ «κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον 5 ἁμαρτωλῶν πολὺν» καὶ «κρεῖσσον ὀλίγη λῆψις μετὰ δικαιοσύνης». Τοῖς γὰρ μὴ τοῦτο φυλαττομένοις φησί· «παραγίνεται ἐνύπνιον ἐν πλήθει πειρασμοῦ καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων», ἐνύπνιον λέγων τὸν καθευδούσαις ταῖς ψυχαῖς ἐφιστάμενον μετὰ πλήθους πειρασμῶν δαίμονα καὶ ἐκταράσσοντα τὴν ψυχήν, περὶ οὗ καὶ Ἰώβ φησι πρὸς τὸν κύριον· «ἐκφοβεῖς με ἐνυπνίοις καὶ ἐν ὁράμασί με καταπλήσσεις»· καὶ ∆αυὶδ τοῦτον ἐκκλίνων τὸν ἐχθρὸν παρακαλεῖ τὸν κύριον λέγων· «φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, μήποτε εἴπῃ ὁ ἐχθρός μου· ἴσχυσα πρὸς αὐτόν»· καὶ ἐν ταῖς Παροιμίαις· «μὴ δῷς ὕπνον σοῖς ὄμμασι μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις, ἵνα σῴζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.» Λέγει δὲ αὐτὸν καὶ φωνὴν τοῦ ἄφρονος, μετὰ ψευδῶν παραγινόμενον λόγων καὶ τὴν ψυχὴν ἀπατῶντα· καὶ τοῦτό ἐστι τὸ «ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος». ∆υνατὸν δὲ καὶ τοῦτο ἐφαρμόσαι τῇ φωνῇ τοῦ ἄφρονος τὸ «ἐκ πολυλογίας οὐκ ἐκφεύξεται ἁμαρτία». Καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις προστάσσει ἀγρυπνεῖν τὸν ἄνθρωπον καὶ προσεύχεσθαι, ἵνα μὴ ἐμπέσῃ εἰς πειρασμόν· ὕπνος γάρ ἐστι λογικῆς ψυχῆς ἄγνοια καὶ κακία· ὅθεν καὶ ὁ Παῦλος τοὺς οὕτω καθεύδοντας διυπνίζει λέγων· «ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» 36 5, 3 καθὼς ἂν εὔξῃ εὐχὴν τῷ θεῷ, μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν· ὅτι οὐκ ἔστιν θέλημα ἐν ἄφροσιν, σὺ οὖν ὅσα ἂν εὔξῃ ἀπόδος. 5, 4 ἀγαθὸν τὸ μὴ εὔξασθαί σε ἢ τὸ εὔξασθαί σε καὶ μὴ ἀποδοῦναι Τῶν ἀγαθῶν δώρων τὰ μὲν ἀπὸ ψυχῆς προσφέρεται τῷ θεῷ, τὰ δὲ ἀπὸ τοῦ σώματος, τὰ δὲ ἀπὸ τῶν πέριξ τοῦ σώματος. Καὶ ἀπὸ μὲν ψυχῆς προσφέρομεν αὐτῷ πίστιν ὀρθὴν καὶ δόγματα ἀληθῆ, δικαιοσύνην καὶ ἀνδρείαν καὶ σωφροσύνην· ἀπὸ δὲ τοῦ
About this text
Evagrius Ponticus, Scholia in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Scholia in Ecclesiasten — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.