Unit 2 rem close
Rem CLOSEOUT: Unit 2 CLOSEOUT.
Greek
πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν». 49 6, 8 ὅτι τίς περισσεία τῷ σοφῷ ὑπὲρ τὸν ἄφρονα; διότι ὁ πένης οἶδεν πορευθῆναι κατέναντι τῆς ζωῆς Τῆς εἰπούσης· «ἐγώ εἰμι ἡ ζωή.» 50 6, 9 ἀγαθὸν ὅραμα ὀφθαλμῶν ὑπὲρ πορευόμενον ψυχῇ, καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος Ἀγαθὸς ὁ ἀκολουθῶν γνώσει θεοῦ ὑπὲρ τὸν ἀκολουθοῦντα τοῖς θελήμασι τῆς ψυχῆς· ἢ ἀγαθὸν γνῶσις θεοῦ ὑπὲρ ἡδονὴν φθαρτήν. Κατὰ δὲ τὸν Σύμμαχον· βέλτιον πρὸς τὸν μέλλοντα βλέπειν ἢ ἐπὶ τοῖς παροῦσιν εὐφραίνεσθαι. 51 Οὐ πᾶσι δὲ τοῖς ἐν τῷ κεφαλαίῳ ἐφαρμόζειν τὴν ματαιότητα καὶ τὸν περισπασμὸν τὸν πονηρὸν καὶ τὴν προαίρεσιν τοῦ πνεύματος προσήκει, ἀλλὰ τοῖς μὲν ψεκτοῖς πράγμασιν ἐφαρμόζειν, τοῖς δὲ ἐπαινετοῖς μὴ ἐφαρμόζειν. Τοῦτο δὲ λέγω διὰ τὸ μὴ παντὶ τῷ κεφαλαίῳ ἐπιφέρειν αὐτὸν κατὰ κοινοῦ τὴν ματαιότητα καὶ τὸν περισπασμὸν καὶ τὴν προαίρεσιν τοῦ πνεύματος, ἐν ᾧ καὶ ἐπαινετά τινα πράγματα ἐνυπάρχει· οὐ γὰρ ὁ πένης ματαιότης ἐστὶν ὁ πορευόμενος κατέναντι τῆς ζωῆς, ἀλλ' ὁ ζήσας χιλίων ἐτῶν καθόδους καὶ 8 ἀγαθωσύνην μὴ θεασάμενος· οὐδ' αὖ πάλιν τὸ ἀγαθὸν ὅραμα τῶν ὀφθαλμῶν ἐστι ματαιότης, ἀλλ' ὁ πορευόμενος τῇ ψυχῇ. 52 6, 10 εἴ τι ἐγένετο, ἤδη κέκληται ὄνομα αὐτοῦ, καὶ ἐγνώσθη ὅ ἐστιν ἄνθρωπος, καὶ οὐ δυνήσεται τοῦ κριθῆναι μετὰ τοῦ ἰσχυροῦ ὑπὲρ αὐτόν· 6, 11 ὅτι εἰσὶν λόγοι πολλοὶ πληθύνοντες ματαιότητα. τί περισσὸν τῷ ἀνθρώπῳ; 6, 12 ὅτι τίς οἶδεν τί ἀγαθὸν τῷ ἀνθρώπῳ ἐν τῇ ζωῇ, ἀριθμὸν ἡμερῶν ζωῆς ματαιότητος αὐτοῦ; καὶ ἐποίησεν αὐτὰς ἐν σκιᾷ· ὅτι τίς ἀπαγγελεῖ τῷ ἀνθρώπῳ τί ἔσται ὀπίσω αὐτοῦ ὑπὸ τὸν ἥλιον, καὶ καθὼς ἔσται, τίς ἀπαγγελεῖ αὐτῷ; Τῶν ὀνομάτων τὰ μὲν τῆς σωματικῆς ἐστι φύσεως, τὰ δὲ τῆς ἀσωμάτου· καὶ τὰ μὲν τῆς σωματικῆς φύσεως ὀνόματα σημαίνει τὴν ἑκάστου πράγματος ποιότητα, ἥτις συνίσταται ἐκ μεγέθους καὶ χρώματος καὶ σχήματος· τὰ δὲ τῶν ἀσωμάτων ὀνόματα δηλοῖ τὴν ἑκάστου λογικοῦ κατάστασιν, ἤτοι ἐπαινετὴν οὖσαν ἢ ψεκτήν· ἀλλὰ τὰ μὲν πρότερα ὀνόματα ἁπλῶς τοῖς πράγμασι τέθειται, τὰ δὲ δεύτερα οὐχ ἁπλῶς· τῆς γὰρ προαιρέσεως ἤρτηται. Τοῦ γὰρ αὐτεξουσίου ἐστὶ τὸ ῥέψαι πρὸς ἀρετὴν καὶ καταξιωθῆναι γνώσεως τῆς ποιούσης αὐτὸν ἄγγελον ἢ ἀρχάγγελον ἢ θρόνον ἢ κυριότητα ἢ ῥέψαι πρὸς κακίαν καὶ πλησθῆναι ἀγνοίας τῆς ποιούσης αὐτὸν δαίμονα ἢ σατανᾶν ἢ ἄλλον τινὰ κοσμοκράτορα τοῦ σκότους τούτου. Εἴ τι οὖν, φησίν, γέγονε κατὰ τὸν τῆς κοσμοποιΐας καιρόν, ἔλαβεν ὄνομα σημαῖνον αὐτοῦ τὴν κατάστασιν, ἔλαβε δὲ καὶ ὁ ἄνθρωπος τὸ οἰκεῖον τῆς καταστάσεως αὐτοῦ ὄνομα. Μὴ τοίνυν λεγέτω, φησίν, ὁ ἄνθρωπος· τίνος χάριν τοιούτῳ σώματι συνεζεύχθην καὶ διὰ τί μὴ γέγονα ἄγγελος, εἰ μὴ ἄρα προσωποληψία ἐστὶ παρὰ τῷ θεῷ ἢ αὐτεξούσιοι οὐ γεγόναμεν; οἱ γὰρ τοιοῦτοι λόγοι πληθύνουσι ματαιότητα. Πῶς δὲ ἐρεῖ καὶ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως; ἢ πῶς ἀνταποκρίνεται τῷ θεῷ; ἀλλὰ τούτων μὲν παυσάσθω τῶν λόγων, τὰ δὲ συντελοῦντα πρὸς ἀρετὴν καὶ γνῶσιν ποιείτω, ἐφ' ὅσον ἐστὶν ἐν τῷ σκιώδει τούτῳ αἰῶνι, πάντα τὰ τῇδε μάταια καὶ σκιὰν λογιζόμενος καὶ ὡς λήθῃ καλυφθήσεται τὰ τοῦ βίου τούτου μετὰ τὴν ἔξοδον. 53 7, 1 ἀγαθὸν ὄνομα ὑπὲρ ἔλαιον ἀγαθὸν καὶ ἡμέρα τοῦ θανάτου ὑπὲρ ἡμέραν γενέσεως αὐτοῦ Τὰ ὀνόματα τῇ ἰδίᾳ φύσει οὔτε ἀγαθά ἐστιν οὔτε πονηρά· ἀπὸ γὰρ διαφόρων συνέστηκε γραμμάτων, οὐδεμία δὲ γραμμή ἐστιν ἀγαθὴ ἢ κακή· τιθέμενα δὲ πράγμασιν ἀγαθοῖς λέγεται ἀγαθὰ καὶ πονηροῖς πονηρά. Ἐνταῦθα οὖν τὸ ὄνομα τὸ ἀγαθὸν πρᾶγμα σημαίνει ἀγαθόν· οὐδὲν δὲ τῶν γεγονότων ἀγαθὸν λέγει ὁ Σολομὼν εἰ μὴ ἀρετὴν καὶ γνῶσιν θεοῦ. Τὸ δὲ ἔλαιον νῦν τὴν σωματικὴν σημαίνει τρυφὴν ἥτις τοῖς τρυφῶσι φαίνεται εἶναι ἀγαθή. Τὸ μὲν γὰρ ἀγαθὸν τῇ φύσει λέγεται εἶναι ἀγαθὸν ὡς ἡ ἀρετή, τὸ δέ τισιν ὡς ὁ χρυσὸς καὶ ὁ ἄργυρος· οὕτω καὶ ὁ πλούσιος τὰ ἀγαθὰ αὐτοῦ ἀπέλαβεν ἐν τῇ ζωῇ αὐτοῦ «καὶ Λάζαρος ὁμοίως τὰ κακά». Ὅτι δὲ τὸ ἔλαιον ἀντὶ τρυφῆς παραλαμβάνεται, παρίστησιν ὁ ∆αυὶδ λέγων περὶ τῶν ἀνθρώπων ὅτι «ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν». 54 Εἰ ὁ ἐπαινετὸς θάνατος καθ' ὃν συναποθνῄσκουσιν οἱ δίκαιοι τῷ Χριστῷ διαλύειν πέφυκε ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας, οὕτω πάλιν ἡ ἀντικειμένη γένεσις τούτῳ τῷ θανάτῳ συνάπτει ψυχὴν κακίᾳ καὶ ἀγνωσίᾳ· διὸ καὶ προτιμότερος ὁ τοιοῦτος θάνατός ἐστιν τῆς τοιαύτης γενέσεως. 55 7, 2 ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους
About this text
Evagrius Ponticus, Scholia in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Scholia in Ecclesiasten — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.