Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; reading with the letter.
Greek
νουθέτησιν τῷ υἱῷ αὐτοῦ· οὐδὲ γὰρ ἐδέξατο ῥήσεις ἐντολῶν θεοῦ οὐδὲ ἔκρυψεν αὐτὰς ἐν τῇ καρδίᾳ αὐτοῦ. 40 5, 13 καὶ ἀπολεῖται ὁ πλοῦτος ἐκεῖνος ἐν περισπασμῷ πονηρῷ, καὶ ἐγέννησεν υἱόν, καὶ οὐκ ἔστιν ἐν χειρὶ αὐτοῦ οὐδέν Περισπασμὸς πονηρός ἐστιν ἄγνοια μετὰ κολάσεως ἀπὸ τῆς πνευματικῆς θεωρίας χωρίζουσα τὸν ἀκάθαρτον. 41 5, 14 καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυμνός, ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἥκει καὶ οὐδὲν λήμψεται ἐν μόχθῳ αὐτοῦ, ἵνα πορευθῇ ἐν χειρὶ αὐτοῦ. 5, 15.1–2 καί γε τοῦτο πονηρὰ ἀρρωστία· ὥσπερ γὰρ παρεγένετο, οὕτως καὶ ἀπελεύσεται Καὶ ὁ Ἰώβ φησιν· «αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ»· ὁ δὲ ἐνταῦθα «καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυμνός, ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἥκει». Ἀλλ' ὁ Ἰὼβ μὲν ὡς δίκαιος γυμνὸς ἄπεισι κακίας τε καὶ πονηρίας· οὗτος δὲ μεθ' ἧς ἀγνοίας ἦλθεν εἰς τὸν κόσμον τοῦτον, μετὰ ταύτης καὶ ἀπελεύσεται ἐκεῖ. 42 5, 17 ἰδοὺ ὃ εἶδον ἐγὼ ἀγαθόν, ὅ ἐστιν καλόν, τοῦ φαγεῖν καὶ τοῦ πιεῖν καὶ τοῦ ἰδεῖν ἀγαθωσύνην ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ ἐὰν μοχθήσῃ ὑπὸ τὸν ἥλιον, ἀριθμὸν ἡμερῶν ζωῆς αὐτοῦ, ὧν ἔδωκεν αὐτῷ ὁ θεός· ὅτι αὐτὸ μερὶς αὐτοῦ. 5, 18 καί γε πᾶς ἄνθρωπος ᾧ ἔδωκεν αὐτῷ ὁ θεὸς πλοῦτον καὶ ὑπάρχοντα καὶ ἐξουσίασεν αὐτὸν τοῦ φαγεῖν ἀπ' αὐτοῦ καὶ λαβεῖν τὸ μέρος αὐτοῦ καὶ τοῦ εὐφρανθῆναι ἐν μόχθῳ αὐτοῦ, τοῦτο δόμα θεοῦ ἐστιν. 5, 19 ὅτι οὐ πολλὰ μνησθήσεται τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ· ὅτι ὁ θεὸς περισπᾷ αὐτὸν ἐν εὐφροσύνῃ καρδίας αὐτοῦ Ἡ γνῶσις ἡ τοῦ θεοῦ λέγεται τοῦ νοῦ καὶ βρῶσις καὶ 7 πόσις καὶ ἀγαθωσύνη καὶ μερὶς καὶ πλοῦτος καὶ ὑπάρχοντα καὶ εὐφροσύνη καὶ περισπασμὸς θεοῦ καὶ φῶς καὶ ζωὴ καὶ δόμα· καὶ πολλὰ ἕτερα ὀνόματα τίθησι τῇ γνώσει τὸ πνεῦμα τὸ ἅγιον, ἅπερ νῦν καταλέγειν οὐ δυνατόν, μὴ συγχωροῦντος τοῦ τῶν σχολίων κανόνος. 43 Πρὸς ἀντιδιαστολὴν τῶν λαβόντων μὲν πλοῦτον σοφίας καὶ γνώσεως, οὐ μὴν δὲ διαφυλαξάντων, εἴρηται τὸ «καὶ ἐξουσίασεν αὐτόν». Καὶ γὰρ ὁ προδότης Ἰούδας ἔλαβε πλοῦτον νοητὸν καὶ ὑπάρχοντα πνευματικά, ἀλλ' οὐκ ἐξουσίασεν αὐτῶν, κέρδους ἕνεκεν προδεδωκὼς τὴν σοφίαν καὶ τὴν ἀλήθειαν τοῦ θεοῦ. 44 Ὅταν ἄνθρωπος παρὰ θεοῦ δέξηται γνῶσιν πνευματικήν, ὀλιγάκις μέμνηται τούτου τοῦ βίου καὶ τῆς αἰσθητῆς ζωῆς, τῆς καρδίας αὐτοῦ ἀεὶ περὶ τὴν θεωρίαν ἀσχολουμένης. 45 Περισπασμὸς θεοῦ ἐστι γνῶσις ἀληθὴς ἀπὸ τῶν αἰσθητῶν πραγμάτων χωρίζουσα τὴν κεκαθαρμένην ψυχήν. 46 6, 1 ἔστιν πονηρία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, καὶ πολλή ἐστιν ἐπὶ τὸν ἄνθρωπον· 6, 2 ἀνὴρ ᾧ δώσει αὐτῷ ὁ θεὸς πλοῦτον καὶ ὑπάρχοντα καὶ δόξαν, καὶ οὐκ ἔστιν ὑστερῶν τῇ ψυχῇ αὐτοῦ ἀπὸ παντὸς οὗ ἐπιθυμεῖ, καὶ οὐκ ἐξουσιάσει αὐτῷ ὁ θεὸς φαγεῖν ἀπ' αὐτοῦ, ὅτι ἀνὴρ ξένος φάγεται αὐτά· καί γε τοῦτο ματαιότης καὶ ἀρρωστία πονηρά ἐστιν. 6, 3 ἐὰν γεννήσῃ ἀνὴρ ἑκατὸν καὶ ἔτη πολλὰ ζήσεται, καὶ πλῆθος ὅ τι ἔσονται αἱ ἡμέραι ἐτῶν αὐτοῦ, καὶ ἡ ψυχὴ αὐτοῦ οὐκ ἐμπλησθήσεται ἀπὸ ἀγαθωσύνης, καί γε ταφὴ οὐκ ἐγένετο αὐτῷ, εἶπα· ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα, 6, 4 ὅτι ἐν ματαιότητι ἦλθεν καὶ ἐν σκότει πορεύεται, καὶ ἐν σκότει ὄνομα αὐτοῦ καλυφθήσεται, 6, 5 καί γε ἥλιον οὐκ εἶδεν καὶ οὐκ ἔγνω, ἀναπαύσεις τούτῳ ὑπὲρ τοῦτον. 6, 6 καὶ εἰ ἔζησεν χιλίων ἐτῶν καθόδους καὶ ἀγαθωσύνην οὐκ εἶδεν, μὴ οὐκ εἰς τόπον ἕνα τὰ πάντα πορεύεται; Ἐν τούτῳ τῷ κεφαλαίῳ λέγει περὶ τῶν ἀπαθείας καταξιωθέντων καὶ γνώσεως καὶ πάλιν ἐκπεπτωκότων φθόνῳ τοῦ διαβόλου. Τὸ δὲ δεύτερον κεφάλαιον περιέχει ἀνδρὸς ἀκαθάρτου καὶ πολύπαιδος βίον μακρὸν καὶ μὴ ἐπεγνωκότος θεόν, οὗ καὶ προτιμότερον τὸ ἔκτρωμα τίθεται εἶναι, καὶ τοῦ αὐτοῦ μετὰ θάνατον αὐτῷ τόπου τυγχάνον. 47 Ὁ διαφθείρων τὸν πλοῦτον τὸν πλουτισθέντα ἐν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ ὁ πονηρός ἐστιν, ὅντινα καὶ ξένον καὶ ἀλλότριον λέγει τῆς γνώσεως τοῦ θεοῦ. Τὸ δὲ φαγεῖν λέγεται καὶ ἐπὶ τῆς βρώσεως καὶ ἐπὶ τῆς διαφθορᾶς· «ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, φησί, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται–ἀντὶ τοῦ διαφθερεῖ. Τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα.» Οὗτος δὲ ὁ ξένος καὶ πρὸς τὸν ∆αυὶδ ἐλθὼν πέπεικεν αὐτὸν θῦσαι τὴν ἀμνάδα τοῦ πένητος· ξένον γὰρ αὐτὸν ὠνόμασε τότε καὶ Νάθαν ὁ προφήτης. 48 6, 7 πᾶς μόχθος τοῦ ἀνθρώπου εἰς στόμα αὐτοῦ, καί γε ψυχὴ οὐ πληρωθήσεται Πᾶσα κακία τοῦ ἀνθρώπου μένει ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ οὐ μὴ εἴπῃ τὸ «ἐκ τοῦ
About this text
Evagrius Ponticus, Scholia in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Scholia in Ecclesiasten — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.