Scholia in Ecclesiasten Unit 3 opening
Unit 3.
Lemma-led open — μακάριοι γάρ, φησίν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται
Greek
ἢ ὅτι πορευθῆναι εἰς οἶκον πότου, καθότι τοῦτο τὸ τέλος παντὸς ἀνθρώπου, καὶ ὁ ζῶν δώσει ἀγαθὸν ἐν καρδίᾳ αὐτοῦ Τέλος τοῦ ἀνθρώπου ἡ μακαριότης ἐστίν. Εἰ δὲ μακαρίζει τὸ πένθος ἐν τοῖς εὐαγγελίοις ὁ κύριος· «μακάριοι γάρ, φησίν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται», καλῶς τὸ πένθος ὁ Σολομὼν τέλος τοῦ ἀνθρώπου φησίν, ὅπερ τοὺς ἐν αὐτῷ ζῶντας πληροῖ τῶν πνευματικῶν ἀγαθῶν. 56 7, 3 ἀγαθὸν θυμὸς ὑπὲρ γέλωτα, ὅτι ἐν κακίᾳ προσώπου ἀγαθυνθήσεται καρδία. 7, 4 καρδία σοφῶν ἐν οἴκῳ πένθους, καὶ καρδία ἀφρόνων ἐν οἴκῳ εὐφροσύνης. 7, 5 9 ἀγαθὸν τὸ ἀκοῦσαι ἐπιτίμησιν σοφοῦ ὑπὲρ ἄνδρα ἀκούοντα ᾆσμα ἀφρόνων· 7, 6 ὅτι ὡς φωνὴ τῶν ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως ὁ γέλως ὁ τῶν ἀφρόνων· καί γε τοῦτο ματαιότης. 7, 7 ὅτι ἡ συκοφαντία περιφέρει σοφὸν καὶ ἀπολλύει τὴν εὐτονίαν τῆς καρδίας αὐτοῦ Ὅταν μὲν ὑπὲρ τῆς ἀρετῆς ἀγωνιζόμενος ὁ θυμὸς πυκτεύῃ τοῖς δαίμοσιν, ἔστιν ἰσχυρὸς καὶ ἐπαινετός· ὅταν δὲ ὑπὲρ τῶν φθαρτῶν πραγμάτων διαμάχηται τοῖς ἀνθρώποις, γίνεται ψεκτός. Ἐνταῦθα τοίνυν ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι ὁ μὲν ἄφρων ἀγαθύνεται ἐν τῇ κακίᾳ καὶ γελᾷ καὶ εὐφραίνεται ἐπ' αὐτῇ, μήτε ᾄσματα αἰσχρὰ παραιτούμενος μήτε γέλωτας τὴν ψυχὴν αὐτοῦ διαφθείροντας δίκην πυρὸς ἐν ἀκάνθαις ἀναπτομένου· ὁ δὲ δίκαιος καὶ θυμοῦται κατὰ τῶν τοιούτων παθῶν καὶ ἀγανακτεῖ καὶ προτιμότερον ἡγεῖται εἶναι πένθος μὲν τῆς τοιαύτης εὐφροσύνης, ἐπιτίμησιν δὲ σοφοῦ τῶν τοιούτων ᾀσμάτων· ματαιότητα δὲ τὴν τοιαύτην ζωὴν ὀνομάζει καὶ συκοφαντίαν, εὐκόλως ἀπατῶσαν καρδίαν σοφοῦ καὶ διαλύουσαν τὴν ἐν ταῖς ἀρεταῖς αὐτῆς εὐτονίαν. 57 7, 8.1 ἀγαθὴ ἐσχάτη λόγων ὑπὲρ ἀρχὴν αὐτῶν Κρείσσων, φησίν, ὁ ποιητὴς τοῦ νόμου ὑπὲρ τὸν ἀκροατὴν τοῦ νόμου· οἱ γὰρ πρῶτοι λόγοι τῆς διδασκαλίας λέγονται λόγοι, οἱ δὲ ἔσχατοι λόγοι καλοῦνται λόγοι τῶν ἔργων, εἴγε καὶ οἱ λόγοι διὰ τὰ καλὰ ἔργα καλοὶ λόγοι λέγονται εἶναι. 58 7, 9 μὴ σπεύσῃς ἐν πνεύματί σου τοῦ θυμοῦσθαι, ὅτι θυμὸς ἐν κόλπῳ ἀφρόνων
About this text
Evagrius Ponticus, Scholia in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Scholia in Ecclesiasten — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.