Unit 2 rem early
Rem early: Unit 2; lemma and argument toward the thesis.
Greek
σώματος ἐγκράτειαν καὶ παρθενίαν καὶ μονογαμίαν· ἀπὸ δὲ τῶν πέριξ τοῦ σώματος υἱοὺς καὶ θυγατέρας καὶ δούλους καὶ χρήματα καὶ κτήματα. Ἴδωμεν τοίνυν τὸ ὑποσχέσθαι καὶ χρονίσαι· μήποτε οὐ τούτου τοῦ χρόνου τὸ μέγα διάστημα σημαίνει ὁ χρονισμός, ἀλλὰ τὴν παντελῆ ἄρνησιν τῆς ὑποσχέσεως· φαίνεται γὰρ ὁ Ἰακὼβ μετὰ πολλὰ ἔτη τὰς δεκάτας ἀποδεδωκὼς τῷ θεῷ ἃς ὑπέσχετο δώσειν αὐτῷ ἐπὶ τὴν Μεσοποταμίαν βαδίζων καὶ Ἄννα τὸν Σαμουὴλ μετὰ πολὺν χρόνον προσαγαγοῦσα τῷ θεῷ. Ἐπὶ μὲν τῶν δώρων τῶν πέριξ τοῦ σώματος οὕτως· ἐπὶ δὲ τῶν τῆς ψυχῆς καὶ τοῦ σώματος δώρων, πῶς ἐκληπτέον; ἐγὼ νομίζω ὅτι ὁ ὑποσχόμενος πίστιν ὀρθὴν καὶ λέγων κτίσμα ἕν τι τῶν ἀπὸ τῆς ἁγίας τριάδος χρονίζει, καὶ ὁ ἐπαγγειλάμενος πάντα ὁμολογεῖν διὰ τοῦ θεοῦ γεγενῆσθαι καὶ αὐτοματισμὸν πάλιν εἰσάγων χρονίζει· καὶ ἐπὶ τῶν ἄλλων δογμάτων ὡσαύτως. Ἐπὶ δὲ τῶν ἀρετῶν οὕτως· ὁ ὑποσχόμενος δικαιοσύνην καὶ ἀδικῶν χρονίζει τοῦ ἀποδοῦναι, καὶ ὁ ἐπαγγειλάμενος σωφροσύνην καὶ πάλιν πορνεύων χρονίζει. Ἐπὶ δὲ τῶν τοῦ σώματος· ὁ ὑποσχόμενος ἐγκράτειαν καὶ πάλιν μεταλαμβάνων ἐδεσμάτων ποικίλων χρονίζει, καὶ ὁ ἐπαγγειλάμενος παρθενίαν ἢ μονογαμίαν καὶ γαμήσας ἢ διγαμήσας χρονίζει τοῦ ἀποδοῦναι. Τὸ δὲ πῶς «ἀγαθὸν τὸ μὴ εὔξασθαι ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι» λύσομεν τὸ ἀπὸ τοῦ εὐαγγελίου προσάγοντες ὅτι ὁ δοῦλος ὁ μὴ ἐγνωκὼς καὶ μὴ ποιήσας δαρήσεται ὀλίγας, ὁ δὲ ἐγνωκὼς καὶ μὴ ποιήσας δαρήσεται πολλάς. 37 5, 5 μὴ δῷς τὸ στόμα σου τοῦ ἐξαμαρτεῖν τὴν σάρκα σου καὶ μὴ εἴπῃς πρὸ προσώπου τοῦ θεοῦ ὅτι ἄγνοιά ἐστιν, ἵνα μὴ ὀργισθῇ ὁ θεὸς ἐπὶ φωνῇ σου καὶ διαφθείρῃ τὰ ποιήματα χειρῶν σου· 5, 6.1 ὅτι ἐν πλήθει ἐνυπνίων καὶ ματαιοτήτων καὶ λόγων πολλῶν «Ἐν πλήθει, φησίν, ἐνυπνίων» πονηρῶν «καὶ ματαιοτήτων καὶ λόγων» ψευδῶν γίνεται ἄνθρωπος, διαφθαρέντων αὐτοῦ τῶν ἔργων ἀπὸ τῆς ἐγκαταλείψεως τοῦ θεοῦ, ἥτις συμβέβηκεν αὐτῷ διὰ τῆς οἰκείας παρανομίας. 38 5, 7 ἐὰν συκοφαντίαν πένητος καὶ ἁρπαγὴν κρίματος καὶ δικαιοσύνης ἴδῃς ἐν χώρᾳ, μὴ θαυμάσῃς ἐπὶ τῷ πράγματι· ὅτι ὑψηλὸς ἐπάνω ὑψηλοῦ φυλάσσει καὶ ὑψηλοὶ ἐπ' 6 αὐτούς. 5, 8 καὶ περισσεία γῆς ἐπὶ παντί ἐστι, βασιλεὺς τοῦ ἀγροῦ εἰργασμένου. 5, 9 ἀγαπῶν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου· καί τις ἠγάπησεν ἐν πλήθει αὐτοῦ γένημα· καί γε τοῦτο ματαιότης. 5, 10 ἐν πλήθει ἀγαθωσύνης ἐπληθύνθησαν οἱ ἔσθοντες αὐτήν· καὶ τί ἀνδρεία τῷ παρ' αὐτῆς; ὅτι ἀρχὴ τοῦ ὁρᾶν ὀφθαλμοῖς αὐτοῦ. 5, 11 γλυκὺς ὕπνος τοῦ δούλου, εἰ ὀλίγον καὶ εἰ πολὺ φάγεται· καὶ τῷ ἐμπλησθέντι τοῦ πλουτῆσαι οὐκ ἔστιν ἀφίων αὐτὸν τοῦ ὑπνῶσαι Ἐὰν ἴδῃς, φησίν, ἐν τοῖς ἀνθρώποις τοὺς μὲν συκοφαντουμένους, τοὺς δὲ ἀδικουμένους ἐν κρίσει καὶ ἄλλους δικαιοπραγοῦντας, μὴ θαυμάσῃς ἐπὶ τοῖς γινομένοις ὡς οὐκ οὔσης προνοίας. Γίνωσκε γὰρ ὅτι ὁ θεὸς διὰ τοῦ Χριστοῦ φυλάσσει τὰ πάντα καὶ οὗτος πάλιν προνοεῖ πάντων διὰ τῶν ἁγίων ἀγγέλων περισσευομένων ἐν γνώσει τῶν ἐπὶ γῆς. Βασιλεὺς γάρ ἐστιν ὁ θεὸς τοῦ γεγονότος δι' αὐτοῦ κόσμου, ὃς ἀποδώσει θλῖψιν μὲν τοῖς πλεονεξίαν καὶ τὴν ματαιότητα τοῦ βίου τούτου προτιμήσασι τῆς γνώσεως τοῦ Χριστοῦ, τοῖς δὲ ἐν ἀγαθωσύνῃ ζήσασιν καὶ ἐν ἀνδρείᾳ καὶ τῇ δικαιοσύνῃ δουλεύσασι δώσει γνῶσιν θεοῦ καὶ γλυκεῖαν ἀνάπαυσιν, εἰ καὶ ὀλίγους τινὰς τῶν ἐνταῦθα ἢ πολλοὺς λόγους ἐγνώκασιν, ἐκ μέρους ἐγνωκότες καὶ ἐκ μέρους προφητεύσαντες· καὶ τοὺς μὲν τοιοῦτον διαδέξεται τέλος, τοὺς δὲ ἐμπλησθέντας τῆς κακίας οὐκ ἐάσει διαναπαύσασθαι ὁ ἐξ αὐτῆς τικτόμενος σκώληξ. Ὅτι δὲ τὸν κόσμον τοῦτον πεπίστευκεν ἀγγέλοις ὁ κύριος, δείκνυσι Μωσῆς λέγων· «ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ.» Τὸν δὲ κόσμον ἀγρὸν καὶ αὐτὸς ὁ κύριος ἡμῶν ἐν τοῖς εὐαγγελίοις ὠνόμασε λέγων· «ἀγρός ἐστιν ὁ κόσμος.» Τὴν δὲ περισσείαν τῆς γῆς τὴν γνῶσιν λέγει τῶν ἐπὶ γῆς, εἴγε «μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν»· τίς δέ ἐστιν ἄλλη κληρονομία τῆς φύσεως τῆς λογικῆς πλὴν τῆς γνώσεως τοῦ θεοῦ; Ὑψηλοὺς δὲ εἶπε τοὺς ἀγγέλους, ἐπειδὴ τοῦ ὑψηλοῦ κυρίου μετέχουσιν· «ὑψηλὸς γάρ, φησίν, ἐπὶ πάντα τὰ ἔθνη ὁ κύριος.» 39 5, 12 ἔστιν ἀρρωστία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, πλοῦτον φυλασσόμενον τῷ παρ' αὐτοῦ εἰς κακίαν αὐτοῦ Τὸ μὲν πλῆθος τῆς κακίας νῦν ὑπὸ τοῦ πλούτου δηλοῦται· αὕτη δὲ ἡ κακία ὑπὸ τῆς ἀρρωστίας σημαίνεται. Πᾶς οὖν ὁ φυλάσσων ἑαυτῷ τοῦτον τὸν πλοῦτον οὐ γνώσεται σοφίαν θεοῦ οὐδὲ παραβαλεῖ καρδίαν αὐτοῦ εἰς σύνεσιν οὐδὲ παραβαλεῖ αὐτὴν ἐπὶ
About this text
Evagrius Ponticus, Scholia in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Scholia in Ecclesiasten — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.