Scholia in Ecclesiasten · §u03-rem-close

Unit 3 rem close

Rem CLOSEOUT: Unit 3 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

ἀσεβεῖς περιπίπτουσι συμφοραῖς, καὶ εἰσὶν ἀσεβεῖς καὶ ὡς δίκαιοι ἀπολαύουσιν ἀγαθῶν. Περὶ γὰρ τούτων καὶ ὁ προφήτης φησὶ πρὸς τὸν κύριον· «πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται;»· καὶ ὁ ∆αυίδ· «παρ' ὀλίγον, φησίν, ἐξεχύθη τὰ διαβήματά μου· ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν.» 68 9, 1.1–2 ὅτι σὺν πᾶν τοῦτο ἔδωκα εἰς τὴν καρδίαν μου, καὶ καρδία μου σὺν πᾶν εἶδεν τοῦτο Ὁ μὲν ἄνθρωπος προσάγει τῇ καρδίᾳ τὰ πράγματα πρὸς τὴν ἔρευναν αὐτῶν ἀποκλίνων, ἡ δὲ καρδία μετὰ ταῦτα γινώσκει τὰ πράγματα· καὶ τοῦτό ἐστι τὸ «ἐκύκλωσα ἐγώ, καὶ ἡ καρδία μου τοῦ γνῶναι». Κυκλοῖ γὰρ τὸ πρᾶγμα καὶ ὁ προσάγων αὐτὸ τῇ καρδίᾳ διὰ τῆς ἐξετάσεως καὶ ἡ καρδία πάλιν γινώσκουσα αὐτό. Πλὴν τοῦτο ἰστέον, ὅτι οὐ πάντα ὅσα κυκλοῖ ὁ ἄνθρωπος καὶ γινώσκει ἡ καρδία· πολλὰ γὰρ ἐξετάζομεν, ὀλίγα δὲ γινώσκομεν. 69 9, 10.3–4 ὅτι οὐκ ἔστιν ποίημα καὶ λογισμὸς καὶ γνῶσις καὶ σοφία ἐν ᾅδῃ, ὅπου σὺ πορεύῃ ἐκεῖ Εἰ οὐκ ἔστιν ἐν ᾅδῃ λογισμός, πῶς ὁ πλούσιος παρακαλεῖ τὸν Ἀβραὰμ ἀποστεῖλαι τὸν Λάζαρον πρὸς αὐτόν; 70 9, 12.1 καί γε οὐκ ἔγνω ὁ ἄνθρωπος τὸν καιρὸν αὐτοῦ Οὐκ ἔγνω ὁ ἄνθρωπος ὅτι καιρός ἐστι χρόνος κατορθώσεως· καιρὸν γὰρ τὴν εὐκαιρίαν δηλοῖ. 71 11, 9.3–4 καὶ περιπάτει ἐν ὁδοῖς καρδίας σου, ἄμωμος, καὶ ἐν ὁράσει ὀφθαλμῶν σου Ἐν πράξει καὶ θεωρίᾳ. 72 11, 10.1–2 καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου Ἐντεῦθεν γινώσκομεν ὅτι τὸ μὲν θυμικὸν τῇ καρδίᾳ συνέζευκται, τὸ δὲ ἐπιθυμητικὸν τῇ σαρκί. 73 Νῦν πονηρίαν τὴν πορνείαν λέγει καὶ τὴν γαστριμαργίαν. 11

About this text

Evagrius Ponticus, Scholia in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Scholia in Ecclesiasten — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.