Scholia in Ecclesiasten · §u03-rem-mid

Unit 3 rem mid

Rem mid: Unit 3; lemma continues; reading with the letter.

Greek

∆αυίδ, ἐσαλεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου· ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν.» 63 7, 16 μὴ γίνου δίκαιος πολὺ καὶ μὴ σοφίζου περισσά, μήποτε ἐκπλαγῇς. 7, 17 μὴ ἀσεβήσῃς πολὺ καὶ μὴ γίνου σκληρός, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου. 7, 18 ἀγαθὸν τὸ ἀντέχεσθαί σε ἐν τούτῳ, καί γε ἀπὸ τούτου μὴ μιάνῃς τὴν χεῖρά σου, ὅτι ὁ φοβούμενος τὸν θεὸν ἐξελεύσεται τὰ πάντα Μὴ ἐγχρονιζέτω, φησίν, ἐν τῇ καρδίᾳ σου λογισμὸς ἀσεβής, μήποτε ἀσεβήσασα ἡ ψυχή σου ἀποθάνῃ ἐν ἀγνωσίᾳ. Ἐν οὐ καιρῷ αὐτῶν ἀπέθανον οἱ Σοδομῖται καὶ οἱ Γομορρῖται. Καὶ εἰ ὁ χρόνος οὗτος καιρός ἐστι κατορθώσεως, οἱ ἐν τῷ χρόνῳ τούτῳ ἀποθνῄσκοντες καὶ χωριζόμενοι τῆς ζωῆς τῆς εἰπούσης· «ἐγώ εἰμι ἡ ζωή», οὐκ ἐν καιρῷ ἀποθνῄσκουσιν. 64 Ἀγαθὸν τὸ ἀντέχεσθαί σε τοῦ μὴ δίκαιον 10 εἶναι πολύ, καί γε ἀπὸ ἀσεβείας μὴ μιάνῃς τὴν καρδίαν σου, ὅτι φοβούμενος τὸν θεὸν ἀπὸ πάσης ἐξελεύσῃ κακίας. 65 8, 2.1 στόμα βασιλέως φύλαξον Στόμα νῦν λέγει τὸν λόγον ἢ τὴν ἐντολήν. 66 8, 12.3–5 ὅτι καί γε γινώσκω ἐγὼ ὅτι ἔσται ἀγαθὸν τοῖς φοβουμένοις τὸν θεόν, ὅπως φοβῶνται ἀπὸ προσώπου αὐτοῦ· 8, 13 καὶ ἀγαθὸν οὐκ ἔσται τῷ ἀσεβεῖ, καὶ οὐ μακρυνεῖ ἡμέρας ἐν σκιᾷ ὃς οὐκ ἔστιν φοβούμενος ἀπὸ προσώπου τοῦ θεοῦ Νῦν ἀγαθὸν τὴν γνῶσιν λέγει τὴν τοῦ θεοῦ. 67 8, 14 ἔστιν ματαιότης ἣ πεποίηται ἐπὶ τῆς γῆς, ὅτι εἰσὶν δίκαιοι ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν ἀσεβῶν, καὶ εἰσὶν ἀσεβεῖς ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν δικαίων· εἶπα ὅτι καί γε τοῦτο ματαιότησ Ἔστι ματαιότης, φησίν, ἥτις γίνεται ἐπὶ τῆς γῆς, ὅτι εἰσὶ δίκαιοι καὶ ὡς

About this text

Evagrius Ponticus, Scholia in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Scholia in Ecclesiasten — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.