Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
εἰς αὐτὸν, παρεδίδου καὶ τοῖς παισὶ, καὶ περιέτεμέν που καὶ αὐτὸς τὸν Ἐδώμ· οὐκέτι οὖν ἀσαφές; Πῶς δὲ καὶ υἱοὶ Ἀμμὼν καὶ υἱοὶ Μωάβ; τούτους γινώσκουσί που οἱ φιλοπονώτεροι εἶναι τοὺς υἱοὺς Λὼτ, τοῦ ἀδελφιδοῦ Ἁ-βραάμ. Καὶ μετ' ὀλίγα. Ἐτέχθῃ οὖν ἐκ τοῦ Λὼτ, ὅ τε Ἀμμὼν καὶ ὁ Μωὰβ, ἐκάτερος ἐκ τῶν θυγατέρων αὐτοῦ, ὁπηνίκα ὑπονοήσασαι ἔ-ρημον εἶναι τὴν γῆν, οὕτω διασώσασθαι τὸ γένος τῶν ἀνθρώπων ἐβουλήθησαν αἱ θυγα-τέρες Λώτ· ἐτέχθη γὰρ τῇ μὲν πρεσβυτέρᾳ ὁ Μωὰβ, ἑρμηνευόμενος ἐκ πατρὸς, καὶ τῇ δευτέρᾳ Ἀμμὼν, ἑρμηνευόμενος ὁ υἱὸς τοῦ γένους. Ταῦτα πάντα εἰρημένα οὐκέτι δυσ-κόλως ἡμᾶς συγκατατίθεσθαι παραπείθει, πάντας τοὺς περιτετμημένους οὕτω καλεῖσ-θαι ὑπὸ τοῦ ἱεροῦ λόγου, μαρτυροῦντος αὐτοῦ Ἱερεμίου καὶ περὶ υἱῶν Μωάβ, καὶ περὶ τῶν υἱῶν Ἀμμὼν, ὅτι ἐν τοῖς περιτετμημένοις κατέλεξε καὶ τούτους. Καὶ μετ' ὀλίγα. Εἰ δὲ καὶ ὠφελείας τινος ἡμῖν προσγίνεσθαι δεῖ ἐκ τῶν εἰρημένων τούτων, οὕτως ἄν τις ὀρθῶς εἴποι, ὡς τὰ πολλὰ γένη τῶν ἀνθρώπων προσποίησιν μὲν ἔχει δικαιοσύνης, καί τινα μὲν ἴχνη φέρειν νόμου Θεοῦ, καὶ σχηματίζεσθαι πως, καὶ ἐπιπλάστως ἐπιμελεῖσθαι ἀρετῆς, μέχρι μέντοι σχήματος αὐτοῖς ἵσταται τὰ τῆς προαιρέσεως, μέχρι προσποιήσεως καὶ τοῦ καθυποκρίνεσθαι, οὐ μέντοι καὶ τέλεον ἐσ-πουδάσαμεν τὴν κακίαν ἐκκόπτειν ἐξ ἡμῶν καὶ τὰ ὀνείδη ἐπ' Αἴγυπτον καὶ ἐπὶ τὴν Ἰ-δουμαίαν. Cap. x, 2. Κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν, μὴ μανθάνετε. Τί δὲ μανθάνετε; Νόμον μανθάνετε Θεοῦ, τὸν λέγοντα· Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ, θεοὶ, οἱ οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ προσώπου τῆς γῆς καὶ ὑποκάτω τοῦ οὐρανοῦ.
About this text
Gregory Thaumaturgus, Fragmenta in Jeremiam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Gregory Thaumaturgus’s Fragmenta in Jeremiam — new OET from PG 10 Greek.
Witnesses
- Copy-text PG 10 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.