Fragments on Jeremiah · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

Τίνος ἕνεκέν μοι ταῦτα πάντα μεμυθολογεῖσ-θαι; ζητῶ τοὺς περιτετμημένους κατὰ Αἴ-γυπτον, καὶ ζητῶ τοὺς περιτετμημένους τοὺς ἐν τῇ ἐρήμῳ, πάντας οὓς ἀναγράφει ὁ λόγος. Ἐοίκασιν οὖν ἐκ τοῦ γένους εἶναι τοῦ Ἰσμαὴλ, ὃς ᾤκησε μὲν τὴν ἔρημον, ἠγάγετο δὲ τὴν αἰγυπτίαν γυναῖκα· καὶ οὐ-κέτι ἀμφιβάλλω τούτους που εἶναι, ἢ τοὺς ἐν Αἰγύπτῳ περιτετμημένους, καὶ τοὺς πε-ρικειρομένους κατὰ πρόσωπον, καὶ κατοικοῦντας ἐν τῇ ἐρήμῳ. Εἶκος γὰρ τὸν Ἰσμαὴλ παραλαβόντα τὸν νόμον τὸν πατρῷον τοῦ Ἁβραὰμ, ὡς θεοφιλοῦς πατρὸς ὄντα, καὶ ἀναχωρήσαντα τῆς οἰκείας, ἅπερ ἐνόμιζεν αὐτῷ εἶναι ἀσφαλέστατα, πατροπαρά-δοτα ὄντα, ταῦτα ποιεῖν καὶ ἐπὶ τοῖς ἐγγόνοις τοῖς ἑαυτοῦ. Οὕτως δὲ μέντοι περιτετμημένους ἔστιν εὑρεῖν Αἰγυπτίους ἢ τοὺς τὴν ἔρημον οἰκοῦντας. Πῶς δὲ καὶ τὸν Ἐδώμ; ὁ Ἐδὼμ οὖτος κα-ταβαίνει καὶ αὐτὸς ἐκ τοῦ σπέρματος τοῦ Ἁβραάμ· τῷ γὰρ Ἁβραὰμ ἐγένετο μὲν παῖς Ἰσμαὴλ ἐκ τῆς Ἄγαρ, ἐγένετο δὲ καὶ ὁ Ἰσαὰκ ἐκ τῆς Σάῤῥας· τῷ δὲ Ἰσαὰκ πάλιν παῖδες δύο, ὅ τε Ἡσαῦ καὶ ὁ Ἰακώβ. Καὶ ὁ μὲν Ἰακὼβ οὐκ ἠγάγετο γυναῖκαν αἵμα-τος ξένου, οὐδὲ τῶν Χαναναίων, ταῦτα ἐπι-σκέψαντος τοῦ πατρός. Ὁ μέντοι Ἡσαῦ ἠ-γάγετο γυναῖκα τὴν θυγατέρα Ἰσμαὴλ, ἀ-δελφὴν τοῦ Νεβεώθ, ἀνεψιὰν δήπουθεν ἀγόμενος ἑαυτοῦ γυναίκα πρὸς πατρὸς, ξέ-νην δὲ πρὸς μητρὸς, καὶ γίνεται παίδων πολλῶν πατήρ. Πρωτότοκος δὲ αὐτοῦ ὁ Ἐ-δὼμ, καὶ μαρτυρήσει μοι τὸ ἱερὸν λόγιον λέ-γον· Αὖται δὲ αἱ γενέσεις Ἡσαῦ πατρὸς Ἐδώμ. Οὐκοῦν ἄπερ ἐλέγετο μικροῦ πρόσ-θεν περὶ τοῦ Ἰσμαὴλ, ὅτι δὴ παραλαβὼν νόμον πατρόθεν, τὸν τῆς περιτομῆς, παρεδί-δου ἐγγόνοις τοῖς ἑαυτοῦ, ταῦτα λέγειν ἡμῖν 595 ἔξεστι περὶ τοῦ Ἡσαῦ, ὅτι ὢν παῖς Ἰσαὰκ τοῦ υἱοῦ Ἁβραὰμ, ὃν παρέλαβε νόμον παρά τε τοῦ πάππου, παρά τε τοῦ πατρὸς ἥκον-τα

About this text

Gregory Thaumaturgus, Fragmenta in Jeremiam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Gregory Thaumaturgus’s Fragmenta in Jeremiam — new OET from PG 10 Greek.

Witnesses

  • Copy-text PG 10 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.