Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
Μωὰβ, ὡς πάντας ἀπεριτμήτους καρδίας αὐτῶν; ἄ-ρα γὰρ τοιοῦτόν τι θέλει εἰπεῖν ὁ λόγος, ὅτι δὴ δοκοῦσι μὲν ἔχειν τὸν νόμον τὸν τῆς πε-ριτομῆς οἱ υἱοὶ Ἰσραὴλ, οὐδὲν δὲ διαφέρουσι τῶν λοιπῶν ἐθνῶν τῶν ἀπεριτμήτων, ἀπε-ρίτμητοι ὄντες καὶ αὐτοὶ τὰς καρδίας αὐτῶν, οὐκ ἀποτετμημένοι τὰς κακίας; Ἄρα, φημὶ, τοιοῦτόν τι εἰπεῖν βούλεται ὁ λόγος, ὅτι ἔ-χουσι μὲν τὸν λόγον τὸν τῆς περιτομῆς καὶ τὰ λοιπὰ λόγια τοῦ Θεοῦ οἱ υἱοὶ Ἰούδα, οὐ-δὲν μέν τοι διαφέρουσι τῶν οὐκ ἐχόντων τὸν νόμον τοῦ Θεοῦ, Αἰγύπτου καὶ Ἐδὼμ, υἱῶν Ἀμμὼν καὶ υἱῶν Μωάβ; Ἢ μέν ποτε πάντας ὁμοῦ περιτετμη-μένους καλεῖ, οὐ μόνον τοὺς Ἰσραηλίτας καὶ τοὺς Ἰουδαίους, ἀλλὰ δὴ καὶ τὰ λοιπὰ ἔθνη, ὡς δηλοῖ καὶ τὰ ἀναγινωσκόμενα γράμματα; πάντας γὰρ ἐκάλεσε περιτετμη-μένους, εἶτα ὑπέταξεν Αἴγυπτον καὶ Ἰούδαν καὶ τὰ λοιπὰ ἔθνη. Καὶ πῶς ἐστι προσαχθῆναι πάντας αὐτοὺς εἰπεῖν περιτετ-μημένους; Πάντα τὰ ὀνομασθέντα ταῦτα ἔθνη τὰ προκείμενα, εἴ τις ἄνωθεν συλλογίζοιτο, εὕροι ἂν ἐκ σπέρματος Ἀβραάμ. Ἁβραὰμ περιετμήθη ὢν ἐτῶν ἐννέα καὶ ἐννενήκοντα, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ, Ἰσμαὴλ καὶ πάντες οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ, καὶ οἱ οἰκογενεῖς, καὶ οἱ ἀργυρόνητοι, οἱ ἐξ ἀλλογενῶν ἐθνῶν· περιέτεμεν αὐτούς. Ταῦτα γὰρ ἐπὶ λέξεως τὰ ἀναγεγραμμένα ἐν τῇ Γενέσει. Πῶς οὖν ἐπ' Αἰγυπτίους καταβιβάζει, καὶ ἐπ' Ἐδώμ, καὶ ἐπὶ υἱοὺς Μωὰβ, καὶ ἐπὶ υἱοὺς Ἀμ-μὼν τὴν περιτομήν; Περιτέτμηται μὲν ὁ Ἰσμαὴλ, ὡς ἔφην, κατὰ νόμον, τρισκαιδε-καετής που ὢν, οἷα δὴ υἱὸς ὢν τοῦ Ἁβραὰμ ἐκ τῆς Ἄγαρ τῆς παιδίσκης τῆς Αἰγυ-πτίας. Καὶ μετ' ὀλίγα. Καὶ κατῳκίσθη, φησὶν, ὁ Ἰσμαὴλ ἐν τῇ ἐρήμῳ, καὶ ἐγένετο τοξότης, 594 καὶ ᾤκησε τὴν ἔρημον. Ἠγάγετο δὲ αὐτῷ ἡ μήτηρ αὐτοῦ τὴν αἰγυπτίαν γυναῖκα.
About this text
Gregory Thaumaturgus, Fragmenta in Jeremiam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Gregory Thaumaturgus’s Fragmenta in Jeremiam — new OET from PG 10 Greek.
Witnesses
- Copy-text PG 10 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.