Homilia i de Hypapante · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

«εἰς ἀνάστασιν» τῶν ἐξ ἀπιστίας εἰς πίστιν μετατιθεμένων. Λίθος ἦν ὁ Χριστὸς εἰς οἰκοδομὴν κείμενος, ἀλλὰ προσέκοπτον οἱ τυφλοὶ τοὺς ὀφθαλμοὺς ῥεμβόμενοι. Οὐ τοίνυν αὐτῷ τὴν «πτῶσιν» τῶν πεπτω-κότων, ἀλλὰ τὴν «ἀνάστασιν» λογίζεσθαι χρή. Εἰ μὲν γὰρ ἔπιπτον μόνον, οὐχὶ δὲ καὶ ἀνίσταντο, δικαίως αὐτὸν τῆς «πτώσεως» ὑποπτεύεις αἴτιον. Εἰ δὲ τῶν ἐκ ῥαθυμίας πιπτόντων οἱ βουληθέντες ἀνίστανται, τὸ «πτῶμα» τοῦ ῥαθυμοῦντος γίνεται, τοῦ Χριστοῦ ἡ «ἀνάστασις». Οὐκ ἔπεσον Ἰούδας ἅμα καὶ Πέτρος, ὁ μὲν ὡς εἰπών· «Τί μοι θέλετε δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;» ὁ δὲ ὡς εἰπών· «Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω»; Ἐχρῆν γὰρ αὐτὸν εἰδέναι ὅτι θνητὸς τὴν ψυχὴν ὑπὲρ ἀθανασίας οὐ δίδωσι. Καὶ πάλιν· «Ἐὰν δέῃ με σὺν σοὶ 3 ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι.» Ἐξὸν εἰπεῖν· «Ἐάν με ἐνισχύσῃς, οὐ μή σε ἀπαρνήσομαι. Ἐὰν ἀσφαλίσῃ με, ὁ ἀσθενὴς οὐ δέδοικα τὸ ναυάγιον. Ἐὰν τῷ πολέμῳ κοινωνήσῃς, οὐκ εὐλαβοῦμαι θάνατον.» Ἀλλὰ τὸ μὲν γλώττης ὑπῆρχεν, τὸ δὲ καρδίας ἁμάρτημα. ∆ιὰ τοῦτο <ὁ> μὲν Πέτρος πεσὼν ἀνέστη καὶ χειραγωγὸς ἑτέρων πεπτωκότων ἐγένετο· ὁ δέ, ἀπὸ βάθους πρὸς βόθρον ὁδηγηθείς, ἔρριψε τὸ ἀργύριον καὶ τὸ σχοινίον λαβὼν ἀπήγξατο. 8 «Σημεῖον ἀντιλεγόμενον» ὁ σταυρός· τῶν γὰρ Ἰουδαίων σταυρούντων, ἀνεχώρει ὁ ἥλιος· ἡ συναγωγὴ ἐσυκοφάντει καὶ ἡ γῆ ἐσαλεύετο. Ὁ λαὸς ἐβόα· «Σταύρωσον αὐτόν», ἀλλ' αἱ πέτραι μὴ φέρουσαι τὸν ὄγκον τῆς βλασφημίας ἐρρήγνυντο. Οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς ἔλεγον· «Ἐμνήσθημεν ὅτι ὁ πλάνος ἐκεῖνος εἶπεν ἔτι ζῶν ὅτι μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.» Ὁ δὲ ἑκατόνταρχος ἐβόα· «Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος.» Ἀλλὰ καὶ μέχρι νῦν ὁ λόγος ὁ τοῦ σταυροῦ «Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρία, ἡμῖν δὲ τοῖς κλητοῖς Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία.» «Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.» Ῥομφαία ἡ διχόνοια λέγεται ἐπειδὴ, καθάπερ ἡ ῥομφαία σχίζει καὶ μερίζει τὰ σώματα, οὕτως καὶ τὰς ψυχὰς πρὸς ἀμφιβολὴν ἡ διχόνοια· εἰ γὰρ καὶ παρθένος ἦν, ἀλλὰ καὶ γυνή· εἰ καὶ θεοτόκος, ἀλλ' ἐκ τοῦ ἡμετέρου φυράματος. Ῥομφαία τοίνυν αὐτῆς τὴν ψυχὴν διέβαινεν, «ὅπως <ἂν> ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.» Ποῖοι διαλογισμοί; Οἱ περὶ τοῦ Χριστοῦ κατὰ τὸν καιρὸν τοῦ πάθους διάφοροι, ποτὲ μὲν αὐτὸν προφήτην, ποτὲ δὲ λυτρωτὴν τοῦ Ἰσραὴλ οὐχ ὑπογράφοντες, πολλὴν καὶ ἐπὶ τούτοις ἀμφιβολίαν διὰ τὸν σάλον τὸν ἐκ τοῦ πάθους ὑπομένοντες, ὥστε τοὺς περὶ Κλεόπαν μαθητὰς παριόντας καὶ πρὸς αὐτὸν λέγειν· «Σὺ μόνος παροικεῖς ἐν Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέ ραις ταύταις.» Εἶτα ἐρωτηθέντες «ποῖα;» ἐπήγαγον· «Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης, καὶ τὰ ἑξῆς.» Οὐκοῦν ὥσπερ προφήτην μὲν εἶχον καὶ λυτρούμενον τὸν Ἰσραήλ· διὰ δὲ τὸ πάθος καὶ ταύτην ἐμβάλλειν περὶ αὐτοῦ τὴν ὑπόληψιν ὅτι λυτροῦται τὸν Ἰσραὴλ ἐκινδύνευον. Τοῦτο δὲ οὐ μάτην ἐγίνετο, ἀλλ' ὥστε δεῖξαι ὅτι «τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν.» Τὸ γὰρ τοῦ σταυροῦ πάθος οἱ πάντες ἐσινιάσθησαν καὶ ἐσαλεύθησαν, οὐ μόνον οἱ ἁπλῶς μαθηταί, ἀλλὰ καὶ οἱ ἐκλεκτοὶ καὶ ἡ μήτηρ αὐτοῦ. Τοῦτο πᾶσαν τὴν οἰκουμένην ἐστήριξεν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 4

About this text

Hesychius of Jerusalem, Homilia i de Hypapante (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Hesychius of Jerusalem’s Homilia i de Hypapante — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.