Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
χρηματισμὸς ἀπὸ ζωῆς εἰς ζωὴν μεταβῆναι, ἀπὸ φωτὸς ὁδεῦσαι πρὸς φῶς, ἀπὸ ἡμέρας εἰς ἡμέραν μεταπηδῆσαι, μὴ παλαιωθῆναι, ἀλλ' ἀνακαινισθῆναι, ἐν τῷ 2 καιρῷ τῆς συντελείας τὴν ἀνανέωσιν δέξασθαι. Οὗτος «ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν»· ἡ πηγὴ τὸν διψῶντα πρὸς τὴν πηγὴν ἀπήγαγεν. «Καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτῷ κατὰ τὸ εἰθισμένον περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὐτὸν ἐν ταῖς ἀγκάλαις αὐτοῦ.» Ἔφερεν ἐν ταῖς χερσὶν τὸν ἐν τῇ χειρὶ τὴν οἰκουμένην καὶ τὴν ἀοίκητον ἔχοντα, «τὸν μετρήσαντα τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί.» Καὶ πῶς ὁ Συμεὼν θυσίαν τὴν αὐτῷ μὴ προσήκουσαν ἀνήνεγκεν; Οὐδὲ γὰρ ἦν ἱερεύς· οὐ γὰρ τοῦτο εἴρηται, οὐδὲ λευίτης, οὐδὲ νεωκόρος, ἐπειδὴ μόνῃ τῇ φυλῇ τοῦ Λευὶ τὸ λειτουργικὸν κεκλήρωται. Οὐκ ἦν ἱερεύς, ἦν δὲ «δίκαιος»· ἡ δικαιοσύνη δὲ τὴν ἱερωσύνην ὑπὸ τοὺς πόδας κέκτηται. Οὐκ ἦν λευίτης, ἀλλ' «εὐλαβής»· ὁ δέ γε εὐλαβὴς ἀφ' ἑαυτοῦ τὸ χρῖσμα ἔχει. 6 Καὶ βαστάζων τὸ βρέφος ἔφη· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ.» «Νῦν ἀπολύεις»· ἦλθε γὰρ ὁ καιρὸς τῆς ἀφέσεως, ἀπήντησε τῶν αἰχμαλώτων ἡ λύτρωσις, τῶν χρεῶν ἡ συγχώρησις· ἐγεννήθη βασιλεὺς τοὺς ἐν φυλακαῖς ἐλευθερῶν, τοὺς ἐν δεσμοῖς ἀπαλλάττων, τοὺς ἐν θανάτῳ εἰς ζωὴν ἀνακαλούμενος, κουφίζων τὸν φόρτον τῆς γῆς. «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα.» Πῶς οἶδας; Ὁρῶ τὸν δεσπότην, φησίν, σχῆμα δούλου περικείμενον. Οὐκ ἂν δεσπότης ὢν δούλου μορφὴν ἐφόρεσεν, εἰ μὴ τὸν δοῦλον ἐνδῦσαι τοῦ δεσπότου τὴν μορφὴν ἐλογίσατο. Οὐκ ἂν τὴν τάξιν ἐνήλλαξεν, οὐδ' ὑψηλὸς ὢν ἐταπεινώθη, εἰ μὴ τὸ ταπεινὸν εἰς ὕψος ἀνα-γαγεῖν ἠβουλήθη. Ἀλλὰ πῶς αὐτὸν «ἀπολύεις κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ;»· εἰ γὰρ ῥήματι τὴν κτίσιν παρήγαγες, ῥήματι πάντως ἐλευθεροῖς τὸν τῆς κτίσεως ἄρχοντα. «Ἐν εἰρήνῃ»· ποίᾳ; Τῇ τοῦ σταυροῦ· ἐκείνη γὰρ ἡ μάχαιρα τοῦ τυράννου τὴν κεφαλὴν ἀπέτεμε καὶ εἰρήνην τοῖς μετὰ Χριστοῦ στρατευομένοις ἔδωκεν. «Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας.» Εἶδον ἃ πολλοὶ ἐπεθύμησαν ἰδεῖν καὶ οὐκ εἶδον, θεὸν ἐν σαρκί, ἥλιον ἐν νεφέλῃ φωτίζοντα. «Εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου», τουτέστιν εἶδόν σου τὴν σάρκωσιν, δι' ἧς τὴν σωτηρίαν τῶν ἀνθρώπων ᾠκονόμησας· οὐ γὰρ εἶδον γυμνὴν θεότητα, ἐπειδὴ τὸν θεὸν καθώς ἐστιν οὐσίᾳ οὐδεὶς ἀνθρώπων ὄψεται. «Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.» Κοινὰ τοῖς Ἰουδαίοις καὶ τοῖς ἔθνεσι τὰ ἀγαθὰ καὶ ἀμέριστα. Μὴ τοίνυν φθονείτω ὁ Ἰουδαῖος, μήτε στενοχωρείσθω ὁ Φαρισαῖος, μήτε πειραζέτω ὁ γραμματεύς, μὴ εὐλαβείσθω περὶ τῆς αὐτοῦ βασιλείας ὁ Ἡρῴδης, μὴ δειλιάτω περὶ τῆς ἱερωσύνης Ἅννας καὶ Καϊάφας· ὁ ἐλθὼν πᾶσι δίδωσι, παρ' οὐδενὸς λαμβάνει· ἀφθόνως φιλοτιμεῖται, χωρὶς μέτρου χαρίζεται. 7 Ἀλλ' ὁ Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ ἀκούσαντες τὰ παρὰ τοῦ Συμεῶνος λαληθέντα ἐθαύμασαν πῶς ὁ Χριστὸς ἀνέχεται υἱὸς ἀνθρώπου γενέσθαι. Ἐθαύμασεν ἡ Μαρία πῶς γαστὴρ γυναικὸς ἐχώρησε θεόν, πῶς ἡ δούλη τὸν ἐλευθεροῦντα τὴν κτίσιν ἐγέννησεν. Καί φησιν· «Οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον», «εἰς πτῶσιν» τῶν ἐπιμενόντων τῇ ἀπιστίᾳ,
About this text
Hesychius of Jerusalem, Homilia i de Hypapante (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Hesychius of Jerusalem’s Homilia i de Hypapante — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.