Homilia ii in sanctum Lazarum · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and argument toward the thesis.

Greek

φλεψὶν ἀρτηρίαι, μυελὸς ἀνεπλάτ τετο, ὑμένες ὑφαίνοντο, εὐθετίζοντο τρίχες. 4 Βραδὺν τῷ λόγῳ τῶν μελῶν κατεσκεύαζον τὸν δρόμον. Ὥσπερ ἐκ συνθέματος ἵππος, οὕτως ἐκ τῆς τοῦ δεσπότου φωνῆς νυσσόμενος ὁ νεκρὸς ἀνεπήδα ὁμοῦ καὶ κληθεὶς καὶ πλασθεὶς καὶ φανεὶς ἐκ τοῦ μνήματος. «Λάζαρε, δεῦρο ἔξω.» Πρὶν εἰπεῖν «ἀνάστηθι», προστάττει τὴν ἔξοδον. Κείμενον ἔτι κατεπείγει πρὸς δρόμον. Ἀνάστησον πρῶτον, δέσποτα, εἶθ' οὕτως ἀναστάντι τὸ τρέχειν ἐπίταξον. Τί πρὸ τῆς ἀναστάσεως ἔξοδον τῷ κειμένῳ κηρύττεις; – «Ναὶ κειμένῳ», φησίν, 1 «ἐπιτάττω τὸν δρόμον, ἵνα μὴ πρὸς δύο τὸν νεκρὸν ἀσχολήσας χρονοτριβήσω τὴν ἔξοδον. Λέγω πρὸς αὐτόν· "3∆εῦρο ἔξω"3, ἵν' ὀξύτερον δράμῃ, ἐγέρσεως καὶ δρόμου μίαν λαβὼν προθεσμίαν.» Εὐθέως δὲ ἐντεῦθεν ὑπόπτερος Λάζαρος ἐξεπήδα τοῦ μνήματος, ὡς φύλαξ μᾶλλον ἢ νεκρὸς τῷ τάφῳ παρακαθήμενος. 5 Ὁ ᾅδης δὲ κάτω τὸν νεκρὸν ὡς ἔοικεν ἀποδιδοὺς ἐβόα· «Τίς οὗτος ὁ φωνῇ τοὺς νεκροὺς ἐκ τῶν τάφων ὡς ὑπνοῦντας ἐγείρων; Τίς οὗτος ὁ νόμους τεθνεώτων παλαιοὺς παραλύων; Τίς οὗτος ὁ κατεξανίστασθαί μου τοὺς νεκροὺς ἐρεθίζων; Τίς οὗτος ὁ κήρυγμα προθεὶς τοῖς νεκροῖς ἐπανόδου; Τίς οὗτος ὁ πρὸς ζωὴν ἀνατρέχειν τοὺς ταφέντας ἐθίζων; Τίς οὗτος ὁ τοὺς ἐμοὺς δεσμώτας οὕτως εὐχερῶς ἀπολύων; Τίς οὗτος ὁ τοὺς νεκρούς μου ἅπαντας ἀποσπῶν εἰς χορείαν; Οἴχεταί μου τῆς κατὰ τῶν ἀνθρώπων τυραννίδος, ὡς ὁρῶ, τὸ σκῆπτρον. Σαθρόν μου τὸ τοῦ θανάτου δεσμωτήριον. Ἀπῆλθεν Ἠλίας νεκρόν μου πρὸς χάριν γυναικὸς ἀφελόμενος. Μετὰ Ἠλίαν ἐπελθὼν Ἐλισαῖος ἅρπαξ μοι νεκρῶν κατεσκευάσθη διπλοῦς. Νῦν πικρότερος οὗτος ὑπὲρ τῶν νεκρῶν μοι βοηθὸς ἐπεστράτευσεν, καλῶν ὡς ζῶντας τοὺς σεσηπότας νεκρούς, καὶ κινδυνεύω λοιπὸν μηδὲ σαπέντων ἐξουσιάζων νεκρῶν· σεσύλημαι γὰρ νεκρὸν ὃν ἀνήλωσα. Θριαμβεύει με τετραήμερον σῶμα, μετὰ τῆς ἐνταφίου τοῖς ζῶσι συγχορεῦον ἐσθῆτος. Πατηθήσομαι λοιπόν, μετὰ σπαργάνων παρ' ἐμοῦ νεκροῦ δραπετεύσαντος. Τίς γάρ με τοῦ λοιποῦ δειλιάσει τὸν παρὰ σαπέντος νεκροῦ νενικημένον καὶ ὡς παρακαταθηκῶν τινων φύλακα τῶν νεκρῶν γεγονότα;» 6. Παρακαταθήκη γάρ τις τοῦ μνήματος Λάζαρος ὥσπερ χρυσὸς μεθ' ὧν παρετέθη σφραγίδων ἀποδιδόμενος· δεδεμένος κει ρίαις παρετέθη τῷ μνήματι, μετὰ τῶν αὐτῶν αὖθις δεσμῶν τῷ βίῳ ἀπεδίδοτο. Ἄπιστος γὰρ ὢν τῶν Ἰουδαίων ὁ δῆμος καὶ πρὸς τὴν τῶν θαυμάτων μεγαλουργίαν ἀμφίβολος, εἶπον ἂν ἐπὶ Λαζάρῳ καὶ νῦν

About this text

Hesychius of Jerusalem, Homilia ii in sanctum Lazarum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Hesychius of Jerusalem’s Homilia ii in sanctum Lazarum — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.