Homilia ii in sanctum Lazarum · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

ὡς ἐπὶ τῷ τυφλῷ θεραπευθέντι ποτέ· «Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος.» Ὥσπερ οὖν παρακαταθήκην ἀποδοῦναί τις μέλλων καὶ τὴν τοῦ παραθεμένου προορῶν ὑποψίαν τὰς τῆς παρακαταθήκης διαφυλάττει σφραγῖδας, ἵνα ἡ τῶν σφραγίδων ὄψις τὸν παραθέμενον πείσῃ, οὕτω καὶ ὁ δεσπότης Χριστὸς τὸν Λάζαρον ἀποδιδοὺς τοῖς Ἰουδαίοις, τὴν τετραήμερον ἐν νεκροῖς παρακαταθήκην, τὰ τῶν σπαργάνων ὥσπερ τινῶν σφραγίδων αὐτῷ συνεξάγει σημεῖα, ἵνα λύοντες ἴδωσιν ὡς οὐκ ἄλλος ἁπλῶς ἀλλ' αὐτὸς ἦν ὃν κατέθαψαν. 7 Ἀλλ' ἡ τῆς ἀπιστίας ἔμεινεν ἀδιόρθωτος πήρωσις· γνωρίσαντες γὰρ τὸν νεκρὸν ἐφθόνουν τῷ θαύματι καὶ τυφλὰς διενοοῦντο βουλάς· «Ἐβουλεύσαντο» γάρ, φησίν, «ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.» Ὢ τοῦ πονηροῦ βουλεύματος. Ἀληθές, ὦ ἱερεῖς, τὸ συμβὰν ἢ ψευδές; Εἰ μὲν γὰρ ἀληθές, μάτην βουλεύεσθε σφάττειν τὸν πάλιν ἀναστῆναι δυνάμενον. Εἰ δὲ πλάσμα τὸ θαῦμα, περιεργάζεσθε τὸ τοῦ θαύματος ὕψος. Εἰ φήμη τὸ συμβάν, ζήτω μᾶλλον ὁ ψευδῶς φημισθεὶς ἐγηγέρθαι, ἵνα πάντες προσιόντες παρὰ ζῶντος μανθάνωσιν ὡς ἐκ νεκρῶν οὐκ ἐγήγερται. Ἐὰν δὲ σφάξητε τοῦτον, βοηθεῖτε τῇ φήμῃ τὸν τῆς φήμης ἀπολέσαντες ἔλεγχον, ὡς εἶναι τὸ βούλευμα διπλοῦν κατ' ἀμφότερα. 8 Ὢ τοῦ πολυστενάκτου νοσήματος. Ἡ θεραπεία τῶν φθονουμένων τραυματισμὸς τῶν φθονούντων, ὁ εὐεργέτης ὡς ὁ βλάπτων ἐπίφθονος, ὁ σῴζων ὡς ὁ φονεύων ἐχθρός. Χαίρειν ἐχρῆν οὐκ ἀλγεῖν ἐγειρομένων νεκρῶν. Ἀνέστη νεκρός· πρόφασιν ἐκτήσω χαρᾶς, εὑρὼν ἰατρὸν ἔμπλαστρον ἐπιτιθέντα νεκροῖς. Ἑτοίμην ἔχεις, ἄνθρωπε, τῶν λυπούντων τὴν λύσιν. Ἄρρωστος ὑπάρχει σοι παῖς; Τὸν ἐγείραντα τὸν νεκρὸν κατὰ τῆς νόσου κάλει. ∆αίμων ἐνοχλεῖ τῇ παιδί; Πάρεστί σοι τοῦ πάθους τὸ φάρμακον. Ψυχορραγῶν παρὰ σοί τις οἰκέτης; Ἔχεις ἐγγὺς τὸν τοῦ 2 θανάτου τοὺς νεκροὺς ἀποσπῶντα. Πόσα ἀνέδωκας δῶρα, ζητῶν εὑρεῖν ἐν λυπηροῖς βοηθόν; Ἀμισθὶ τοῦτον εὗρες καὶ τὸ βλέμμα πρὸς τὴν εὕρεσιν κλείεις. Οὐκοῦν ἐπειδὴ σὺ φιλοζήμιος, ἄφες τοῖς βουλομένοις τὸ κέρδος, συγχώρησον τὸν Λάζαρον ζῆν, μὴ γένῃ τοῦ θανάτου τοῖς ἀνθρώποις πικρότερος οὓς ἐκεῖνος ἀπέλυσε πρὸς αὐτὸν ἀπελαύνων, μὴ ποιήσῃς τό σοι συζῆν ἀνελπιστότερον τάφου. Ἔσχεν ἐλπίδα ζωῆς ὁ νεκρὸς ἐν τῷ τάφῳ καὶ οὐδὲ τὰ σπάργανα ζημιωθεὶς ἀνεβίω· σοὶ δὲ συζῶν ἣν ἔσχε

About this text

Hesychius of Jerusalem, Homilia ii in sanctum Lazarum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Hesychius of Jerusalem’s Homilia ii in sanctum Lazarum — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.