Homilia ii in sanctum Longinum centurionem · §u02-open

Homilia ii in sanctum Longinum centurionem Unit 2 opening

Unit 2.

Lemma-led open — Καλῶς ἥκατε, ἀδελφοί.

Greek

αὐτῶν πρὸς αὐτὸν εἶπεν αὐτοῖς· «Καλῶς ἥκατε, ἀδελφοί.» Μὴ ἐπεγνωκότων δὲ αὐτῶν τίς ἂν εἴη ὁ λαλῶν αὐ τοῖς, εἶπεν πρὸς αὐτοὺς ὁ Λογγῖνος· «Ἵνα τί, ἀδελφοί, σκυ θρωποὶ καὶ ὡς ἐκ μεγάλης ὁδοιπορίας κεκοπιακότες ἐστέ;» 20 Οἱ δὲ εἶπον· «Ἄκουσον, ἀδελφέ, τὴν ἡμετέραν πικρί αν, ὅτι πρόσταγμα ἐξῆλθεν κατὰ Λογγίνου τοῦ ἑκατοντάρχου ὑπὸ Ἡρῴδου τοῦ βασιλέως περιέχον οὕτως ὅτι ἐὰν μὴ ἀγάγητε αὐτοῦ τὴν κεφαλήν, αἱ ὑμῶν κεφαλαὶ ξίφει παραδοθήσονται. Ἡμεῖς οὖν, ἄνθρωπε, ἐννέα μῆνας ἔχομεν ζητοῦντες αὐτὸν καὶ οὐχ εὕραμεν. Ἰδοὺ ἤκουσας τὰ κακὰ τὰ κατειληφότα ἡμῖν. Εἰ οὖν οἶδάς τινα λεγόμενον Λογγῖνον ἐκατόνταρχον, ἀνάγγειλον ἡμῖν.» Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν· «Οὐκ οἶδα τὸν ἄνδρα. Εἰσ ελθόντες δὲ εἰς τὸν οἶκόν μου μείνατε καὶ αὔριον ἀπελεύσεσθε τὴν ὁδὸν ὑμῶν.» Καὶ εἰσῆλθον εἰς τὸν οἶκον αὐτοῦ τοῦ μεῖναι μετ' αὐτοῦ. Ἐγένετο δὲ πρωΐα καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἅγιος Λογγῖνος· «Τίς ἡ αἰτία τοῦ Λογγίνου, ὅτι μετὰ τοσαύτης σπου δῆς ζητεῖτε αὐτόν;» Εἶπαν δὲ οἱ ἄνδρες πρὸς αὐτὸν ὅτι ζητεῖ ται παρὰ τοῦ βασιλέως ὅτι αὐτὸς ἀνάστατον ποιεῖ τὴν βασιλείαν αὐτοῦ, πείθων προσκυνεῖν τῷ σταυρωθέντι Χριστῷ καὶ βασιλεῖ τῶν αἰώνων. 21 Καὶ ἦσαν λυπούμενοι καὶ διαλογιζόμενοι πρὸς ἀλλήλους καὶ λέγοντες· «Τί ποιήσωμεν;» Εἶπεν δὲ πρὸς αὐτοὺς ὁ ἅγιος Λογγῖνος· «Μὴ ταράσσεσθε, ἀδελφοί, 5 μηδὲ ἀθυμεῖτε· ἐγὼ γάρ εἰμι ὃν ζητεῖτε, ὁ δοῦλος τοῦ θεοῦ καὶ Ἰησοῦ Χριστοῦ Λογγῖ νος, πρὸς ὃν ἀπεστάλητε.» Οἱ δὲ ἄνδρες ἀκούσαντες ἐταράχθη σαν καὶ ἐγένοντο ἐννεοί, λαλῆσαι μὴ δυνάμενοι. Καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἅγιος Λογγῖνος· «Μὴ ἀθυμεῖτε, ἀδελφοί, ἀλλὰ φάγω μεν καὶ πίωμεν καὶ ἀπέλθωμεν πρὸς τὸν ἀποστείλαντα ὑμᾶς. Ἐγὼ γὰρ πέπρακά μου τὸ σῶμα τῷ Χριστῷ, ἵνα ἀγοράσω τὴν ψυχήν μου παρ' αὐτοῦ.» Οἱ δὲ ταῦτα ἀκούσαντες εἶπαν αὐτῷ μετὰ δακρύων· «Μή, ἀλλ' ἡμεῖς ἀπελθόντες ἀπολογησόμεθα ὑπὲρ σοῦ τῷ πέμψαντι ἡμᾶς· εἰ γὰρ ὄντως σὺ εἶ ὁ Λογγῖνος, ἀποθνῄσκομεν καὶ ἡμεῖς σὺν σοί. Καὶ τοῦτο οὐ πράττομεν εἰς σὲ τοῦ ἀπαγαγεῖν σε πρὸς τὸν πέμψαντα ἡμᾶς.» 22 Ἰδὼν δὲ ὅτι κατηνύγησαν ὑπὸ τοῦ πνεύματος τοῦ θεοῦ, εἶπεν πρὸς αὐτούς· «Εἰ ποιεῖτε ἔλεος μετ' ἐμοῦ, οὕτως ποιή σατε· λάβετε τὴν κεφαλήν μου καὶ ἀπενέγκατε τῷ βασιλεῖ, καὶ ἀμέριμνοι ἔσεσθε πάσας τᾶς ἡμέρας τῆς ζωῆς ὑμῶν.» Οἱ δὲ φοβηθέντες οὐκ ἤθελον ἀνέχεσθαι. Ὁ δὲ ὥρκισεν αὐτοὺς δὶς παρακαλῶν τοῦτο ποιῆσαι. Οἱ δὲ ἐπὶ πολὺ παρακληθέντες τοῦτο ποιῆσαι, εἶπαν πρὸς αὐτόν· «Πρέσβευε οὖν ὑπὲρ ἡμῶν ἐν τῇ στρατιᾷ σου, τοῦ μὴ λογισθῆναι ἡμῖν εἰς ἁμαρτίαν.» Τοῦ δὲ φήσαντος αὐτοῖς τοῦτο ποιῆσαι, ἀπέτεμον αὐτοῦ τὴν κεφα λήν. Ἀποκεφαλίσαντες τοίνυν τὸν ἅγιον Λογγῖνον, ἐκόμισαν τὴν κεφαλὴν τῷ βασιλεῖ· καὶ ἐπαύσατο ὁ θόρυβος τῶν παρανόμων. Ἦν δὲ ἡ κεφαλὴ τοῦ ἁγίου Λογγίνου φυλαττομένη παρὰ τῷ ἐπάρχῳ Λουκίῳ. Οἱ δὲ ἄνδρες τῆς κώμης, ἔνθα ἦν ὁ ἅγιος τοῦ θεοῦ, λαβόντες τὸ σῶμα ἔθηκαν ἐν τῇ κώμῃ ἐκείνῃ.

About this text

Hesychius of Jerusalem, Homilia ii in sanctum Longinum centurionem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Hesychius of Jerusalem’s Homilia ii in sanctum Longinum centurionem — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.