Homilia ii in sanctum Longinum centurionem · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and argument toward the thesis.

Greek

23 Γυνὴ δέ τις χήρα ὀνόματι Χρηστὴ ὠχλεῖτο ὑπὸ πνεύμα τος ἀγρίου, δεινῶς ἑαυτὴν κατακόπτουσα, οὖσα τῶν εὐγενῶν. Ἐνεθυμεῖτο δὲ τῇ ἐπαύριον πορευθῆναι ἐν τῇ ἀνατολῇ· ἀκού σασα δὲ περὶ τῶν ἰαθέντων παρὰ τοῦ Ἰησοῦ, τῇ νυκτὶ ἐκείνῃ ἐβούλετο πορευθῆναι. Ἐφάνη δὲ αὐτῇ ὁ ἅγιος Λογγῖνος ἐκτὸς τῆς κεφαλῆς αὐτοῦ. <Καὶ> λεγούσῃ «Τίς ἥκει ὧδε;» εἶπεν αὐτῇ ὁ ἅγιος Λογγῖνος· «Θέλεις ἰαθῆναι;» Ἡ δὲ εἶπεν· «Ναί, κύριε, αὐτὸ εὔχομαι.» Εἶπεν δὲ πρὸς αὐτὴν ὁ ἅγιος· «Πορεύ θητι εἰς Ἰερουσαλήμ, καὶ κατάμαθε τὴν οἰκίαν Λουκίου τοῦ ἐπάρχου, καὶ ζήτησον τὴν κεφαλὴν Λογγίνου τοῦ ἑκατοντάρχου, καὶ διακόμισον αὐτὴν πρὸς τὸ σῶμά μου, καὶ σωθήσῃ· ἐγὼ γάρ εἰμι Λογγῖνος, ὁ νέμων τὰ πρόβατα παρὰ τὴν ὁδόν, καὶ οὐκ ἀναπέπαυμαι ἐν ᾗ ἐτάφην ταφῇ μέχρι τοῦ νῦν· ἀλλὰ τοῦτο ποί ησον καὶ ἰαθήσῃ ἐπ' ὀνόματι Ἰησοῦ Χριστοῦ. Οὐ μόνον δὲ σὺ ἰαθήσῃ, ἀλλὰ καὶ τὸν υἱόν σου στρατεύσω, ὅτι εἰμὶ ἐγὼ ἐκτὸς τῆς κεφαλῆς ὁ λαλῶν σοι.» 24 Ἀκούσασα δὲ ταῦτα ἡ γυνή, διαναστᾶσα καὶ συνταξαμέ νη οἷς εἶχεν φίλοις, ἐπορεύετο ἐπὶ τὴν ὁδὸν καὶ ἐλθοῦσα ἐπὶ τὸ μνημεῖον ἔκραξεν φωνῇ μεγάλῃ, λέγουσα· «Κύριε, ὁ ἐν τῷ τό πῳ τούτῳ, καθὼς σὺ εἴρηκάς μοι ἐν τῇ ὁράσει, πορεύομαι καὶ βοήθησόν μοι.» Καὶ εὐθέως ἐσείσθη ὁ τόπος καὶ φωνὴ ἦλθεν πρὸς αὐτὴν λέγουσα· «Πορεύου, ὁ Χριστός ἐστιν ὁ βοηθῶν σοι.» Ἡ δὲ ἀκούσασα τῆς φωνῆς ταύτης ἐπορεύετο ἐν χαρᾷ ὅλην τὴν ὁδὸν αὐτῆς· ἐλθοῦσα δὲ εἰς Ἰερουσαλήμ, ἐμάνθανεν παρὰ τῶν τῆς πόλεως τὴν οἰκίαν τοῦ ἐπάρχου, τοῦ ἐκζητῆσαι τὴν κεφαλὴν τοῦ ἁγίου Λογγίνου. Καὶ ἔδωκεν αὐτὴν ὁ ἔπαρχος τιμῆς ἀργυρίου τὸν ἀριθμὸν διακοσίων δηναρίων. Καὶ λαβοῦσα αὐτήν, ἡ γυνὴ ἦν εὐχομένη καὶ δοξάζουσα τὸν θεὸν τοῦ τελεί ως καταξιωθῆναι τῆς χάριτος τοῦ θεοῦ. 25 Λαβοῦσα δὲ τὴν κεφαλὴν τοῦ τιμίου Λογγίνου μετὰ τοῦ υἱοῦ αὐτῆς Χρηστίονος, ἡτοιμάζετο τοῦ ἐξελθεῖν τῇ ἑσπέρᾳ. Καὶ ἰδοὺ ἐφάνησαν αὐτῇ τρεῖς ἄγγελοι, ὧν τὴν δόξαν βλέπειν οὐκ ἠδύνατο, καὶ ἐν ταῖς χερσὶν αὐτῶν κηροὶ λευκοί, καὶ προπο ρευόμενοι ὕμνουν τὸν θεὸν δι' ὅλης τῆς νυκτός. Ἡνίκα δὲ ἀνέ βαινεν ὁ ὄρθρος, ἀνεπαύοντο εἰς ὃν ἔφθασαν τόπον τοῦ μεταλα βεῖν τροφῆς. ∆ιὰ δὲ τριῶν ἡμερῶν ἤνεγκεν τὴν κεφαλὴν τοῦ τιμίου Λογγίνου ἐν τῇ κώμῃ αὐτοῦ, ἀποδημήσασα 6 μετὰ τοῦ υἱ οῦ αὐτῆς Χρηστίονος, καὶ ἀπῄει εἰς τὸν τόπον οὗ κατέκειτο, ὥ ρας οὔσης ἕκτης τῆς νυκτός. Ἔφθασαν οὖν εἰς ὃν οἰκοδόμησαν οἶκον οἱ φιλόχριστοι ἄξιον τοῦ μάρτυρος, καὶ εὐθέως ἡ θύρα αὐτομάτως ἠνοίγη αὐτοῖς, καὶ τὸ μνημεῖον εἶδον μὲν

About this text

Hesychius of Jerusalem, Homilia ii in sanctum Longinum centurionem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Hesychius of Jerusalem’s Homilia ii in sanctum Longinum centurionem — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.