In conceptionem venerabilis praecursoris · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and argument toward the thesis.

Greek

ἐπέπαττεν, καὶ τοῖς συναντῶσι τὸ ἄγκιστρον φορητὸν οὐκ ἐτύγχανεν. Ἤνοιγε τὸ στόμα, καὶ θάνατον ἐκ τῆς γλώττης ἠρεύγετο. Ἀνέκλα τὸν τρά χηλον, καὶ φθορᾶς ἡ θεωρία ἦν πρόξενος. Ἐγύμνου τὰ στέρνα, καὶ ᾅδου προπύλαια παρεῖχεν ὁρᾶν τοῖς περιέργως βλέπουσιν. Ἐγύμνου τοὺς μηροὺς ἀναστέλλουσα τῶν ποδῶν τῆς ποικίλης θεωρίας τὸ χιτώνιον, καὶ δράκοντες ἐκ τῶν λαγόνων συρίζοντες εἰς φθορὰν τῷ θεάτρῳ προήρχοντο. Καὶ ἦν τὸ νεῦμα δολερόν, τὸ βλέμμα ῥυπαρόν, φθοροποιὸν τὸ φθέγμα, ψυχοβλαβὲς τὸ κίνημα, θανατηφόρον τὸ φίλημα. 23 Πλὴν ὁ Ἡρῴδης ἁλοὺς δώσειν ὅπερ ἂν αἰτήσῃ τὸ πονηρὸν ὀρχήστριον ὤμοσεν. «Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· ∆ός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.» Ὁρᾷς ἡλίκον ἡ θηλυμανὴς ἡδονή. Αἰσθάνει πόσον ἡ φθορὰ τὸν ἁλόντα δουλοῖ, πῶς ὁ χαυνωθεὶς τῇ μέθῃ οὐκέτι τὸ σκῆπτρον οἶδεν, τῆς ἐξουσίας οὐ μέμνηται, πᾶσι πρό κειται παίγνιον. Τί γὰρ πρὸς αὐτὸν ἡ ὀρχήστρια ἐφθέγξατο; «∆ός μοι ὧδε ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.» Ταῦτα δὲ οὐ παρακαλούσης, ἀλλ' ἐπιταττούσης τὰ ῥήματα· οὐ γὰρ ὡς κόρη τῷ βασιλεῖ μετὰ φόβου ἢ αἰδοῦς ἤ τινος ὑποστολῆς προσέρχεται, ἀλλ' ὡς οἰκέτῃ δέσποινα, ὡς δεσμώτῃ ἡ δεσμῶν ἐξουσίαν ἔχουσα. «∆ός μοι, φησίν, ἐπὶ πί νακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.» Μὴ ἀναβάλῃ τὴν αἴτησιν. Ὧδε χρῄζω τῆς τοῦ προφήτου σφαγῆς, ἐνταῦθα πρα χθῆναι τὸν φόνον τοῦ τὴν μοιχείαν ἐλέγχοντος. Ὅπου τὴν ἐμὴν ἐθεώρησας γύμνωσιν, ὧδε τὸν ταύτης θριαμβευτὴν τιμωρίαν εἰσπράττομαι.» 24 «∆ός μοι τὴν Ἰωάννου κεφαλὴν ἐπὶ πίνακι»· Ἡρῳδιὰς γὰρ ἐκέλευσεν, ἡ μοιχαλὶς προσέταξεν· «Εἰ μὴ δῷς, οὐκ ἔχεις τὴν ἅμα σοὶ μοιχεύουσαν· ἡ κοίτη μετὰ τὸν οἶνόν σοι χηρεύσει. Ἀναχωρῶν ἀπὸ τῆς στιβάδος, τίνι συνέρχεσθαι; Ἀισχύνεται τὴν φθορὰν ἡ μήτηρ, Ἰωάννου σαλπίζοντος, αἰδεῖται τοὺς οἰκέ τας, τοὺς δορυφόρους ἐντρέπεται. Πᾶσιν ἡ βασιλὶς θρύλημα διὰ τὴν Ἰωάννου παρρησίαν 6 γίνεται. Πάντες αὐτῆς τραγῳ δοῦσι τὸ δρᾶμα, ὁ βαπτιστὴς δὲ τῆς τραγῳδίας αἴτιος τὴν γλῶσ σαν πάντων προπηδήσας ἐκίνησεν. Οὗτος τὴν σάλπιγγα καθ' ἡμῶν προεβάλετο· πρῶτος τὴν μοιχείαν οὐκ εὐλαβηθεὶς στηλι τεύειν τὴν βασιλίδα ἤρξατο. Μωυσῆς κοιμᾶται, καὶ δι' αὐτοῦ φθέγγεται· ὁ νόμος καθεύδει, Ἰωάννης δὲ αὐτὸν καθ' ἡμῶν ἐξ υπνίζει· τὴν βασιλίδα μοιχαλίδα καλεῖ, ἀκολουθεῖν δὲ πολλοὺς καὶ γενέσθαι τολμηροὺς προετρέψατο.»

About this text

Hesychius of Jerusalem, In conceptionem venerabilis praecursoris (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Hesychius of Jerusalem’s In conceptionem venerabilis praecursoris — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.