In sanctum Lucam · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and argument toward the thesis.

Greek

ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποί κιλος τοῦ θεοῦ σοφία.» 4 Καὶ βλέπετέ μοι τὴν σοφίαν τοῦ δεσπότου· ἐκ πάσης ἐπι στήμης καὶ τέχνης ἑαυτῷ μαθητὰς ἐξελέξατο, ἐξ ἁλιέων τὸν Πέτρον, ἐκ τελωνῶν τὸν Μαθθαῖον, ἀπὸ σκηνορράφων τὸν Παῦλον, ἐξ ἰατρῶν τὸν Λουκᾶν. Καὶ οὐκ εἰκῇ οὐδὲ ἁπλῶς τοῦτο πεποίηκε· ἐν τῷ βυθῷ γὰρ τῆς πλάνης ἦν ἡ ἀνθρωπεία φύσις καὶ χρεία ἦν ἁλιέων. Πάλιν ἐτελώνησεν ὁ διάβολος τὸν Ἀδὰμ τὴν ἀθανασίαν ἀφαρπάσας· χρεία ἦν εὐαγγελιστοῦ τελώνου. Ἐνέδυ σεν ἡ παρακοὴ τοὺς δερματίνους χιτῶνας τὸν ἄνθρωπον· χρεία ἦν τοῦ σκηνορράφου καὶ τῆς χάριτος, ἵνα διατέμῃ τῇ σμίλῃ τοῦ Λόγου τὴν τῶν παθῶν νέκρωσιν. 5 Ἐνόσει ποικίλως τὸ τῶν ἀνθρώπων γένος πυρετῷ ἀκολα σίας, φθόνῳ φιλαργυρίας καὶ τῇ ἡδονῇ, βασκανίας ἀπογνώσει, εἰδωλολατρείας ἀλογίᾳ. ∆ιὰ τοῦτο ἔμπειρον αὐτοῖς τὸν Λουκᾶν κατέστησεν ἰατρὸν καὶ βοᾷ Παῦλος· «Ἀσπάζεται ὑμᾶς 1 Λουκᾶς ὁ ἰατρός»· τῷ ὄντι γὰρ ψυχικός ἐστιν ἰατρὸς ὁ Λουκᾶς. Θέλεις ἰδεῖν τούτου τὸ ἐργαστήριον; Βλέπε τὸν οὐρανόν. Θέλεις ἰδεῖν αὐτοῦ τὴν ἰατρείαν; Βλέπε τὴν οἰκουμενικὴν αὐτοῦ περιοδείαν. Θέλεις ἰδεῖν αὐτοῦ τὴν φαρμακοθήκην; Βλέπε τὴν χειρουργίαν τῶν ἰουδαϊκῶν γλωσσῶν. Θέλεις ἰδεῖν αὐτοῦ τὰς βοτάνας; Βλέπε τὰς διαφόρους ἰάσεις. Θέλεις ἰδεῖν οὓς περιοδεύει ἀρρώστους; Βλέπε τοὺς γειτονεύοντας αἱρετικούς. Ἔνθεν μὲν γὰρ οἱ τὸ Πνεῦμα ἀθετοῦντες βλασφημίαν ἀρρωστοῦσιν, κἀκεῖθεν οἱ τὸν Υἱὸν ἀθετοῦντες ἀθεΐαν νοσοῦσιν, ἀλλ' ἑκατέροις καθάπερ ἰατρὸς ἐπι τάττει τὰ πρόσφορα, τούτοις λέγων· «Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον», κἀκείνοις βοῶν· «Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα τιμᾷ». Ὄντως μέγας ἰατρὸς ὁ Λουκᾶς. 6 Καὶ θέλεις ἰδεῖν αὐτοῦ τὴν τέχνην; Βλέπε τὸ θεῖον εὐαγγέλιον· οἱ μὲν γὰρ ἄλλοι εὐαγγελισταὶ μονότροπον ἐποιήσαντο τὴν διήγησιν. Οἷόν τι λέγω· Μαθθαῖος ἐκ τῆς κατὰ σάρκα γενεαλογίας ἤρξατο εἰπών· «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ ∆αυίδ, υἱοῦ Ἀβραάμ». Ὁ Μᾶρκος καὶ αὐτὸς τὴν κατὰ σάρκα οἰκονομίαν ἐκήρυξεν εἰπών· «Ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας.» Ἰωάννης δὲ ὁ εὐαγγελικὸς ἀετός, ἡ θεολόγος λύρα, μόνην τὴν ἄναρχον καὶ ἀμάρτυρον γέννησιν

About this text

Hesychius of Jerusalem, In sanctum Lucam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Hesychius of Jerusalem’s In sanctum Lucam — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.