In sanctum Lucam · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

ἐκήρυξεν καὶ τὴν συναΐδιον ὕπαρξιν. Καὶ ἐμφραττέσθω τῶν φιλολοιδόρων τὰ στόματα, ὅτι μόνος ἐκ μόνου ἐγεννήθη καὶ ἀμάρτυρος ἡ ἄνω γέννησις. Χρόνος μὲν γὰρ οὐ παρῆν· αὐτὸς γάρ ἐστι πάντων τῶν αἰώνων δημιουργός. Ἄγγελος οὐ παρῆν· αὐτὸς γάρ ἐστιν «ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.» Οὐρανὸς οὐ παρῆν· «Τῷ γὰρ Λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν.» Ἥλιος οὐ παρῆν· αὐτὸς γὰρ ὑπάρχει «ὁ τῆς δικαιοσύνης ἥλιος». Σελήνη οὐ παρῆν· «Σελήνην γὰρ καὶ ἀστέρας αὐτὸς ἐθεμελίωσεν.» Γῆ οὐ παρῆν· αὐτὸς γὰρ εἶπεν· «Συναχθήτω τὰ ὕδατα καὶ ὀφθήτω ἡ ξηρά.» Ἀμάρτυρος οὖν ἡ ἄνω γέννησις, θεία καὶ ἀπερινόητος, ἐπειδὴ μόνος οἶδεν ὁ Πατὴρ πῶς ἐγέννησεν, καὶ ὁ Υἱὸς πῶς ἐγεννήθη. Ὁ τοίνυν Ἰωάννης μόνος τὴν ἄναρχον γέννησιν καὶ τὴν συναΐδιον ὕπαρξιν ἐκήρυξεν. 7 Ὁ δὲ μακάριος Λουκᾶς, ὁ τῶν εὐαγγελιστῶν ἐξαίρετος καὶ τοῦ θαυμαστοῦ τούτου λίθου καὶ τιμίου μαργαρίτου ἔμπορος, ὁ ἄγρυπνος τῆς πόλεως φύλαξ, ὁ ἔμπειρος τῶν ψυχῶν ἰατρός, τὸ ἀπόρθητον τῶν βασιλέων τεῖχος, ὅλον ὁμοῦ διηγήσατο τὸ μυ-στήριον, τοῦ Γαβριὴλ τὰ εὐαγγέλια, τῆς παρθένου τὴν εὐλάβειαν, τοῦ ἁγίου Πνεύματος τὴν ἐπιφοίτησιν, τὴν τοῦ θεοῦ μορφήν, τὴν ἀπαθῆ κένωσιν τῆς θεότητος, τὸ ἄτρεπτον τῆς ἐνανθρωπήσεως καὶ ἀσύγχυτον, τῆς παρθενίας τὸ ἄσυλον, τῆς συλλήψεως τὸ αὐτοσχέδιον, τοῦ τόκου τὸ ἄφθορον, τὸν τοῦ ἀγγέλου εὐαγγελισμὸν πρὸς τὴν παρθένον εἰπόντος· «Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ.» 8 Ὢ ἀσπασμὸς οὐδενὶ ἄλλῳ ἁρμόσας, εἰ μὴ μόνῃ τῇ ἁγίᾳ παρθένῳ. Ἔτεκεν Εὔα ἀλλ' ἐν λύπαις, ἔτεκε Σάρρα ἀλλ' ἐν πόνῳ, ἔτεκε Ῥεβέκκα ἀλλ' ἐν στεναγμοῖς, ἔτεκεν Ἅννα ἀλλ' ἐν δάκρυσιν, ἔτεκεν Ἐλισάβετ ἀλλ' ἐν φθορᾷ, πᾶσαι ἐν λύπαις ἔτεκον ἐπειδὴ πᾶσαι μετὰ φθορᾶς συνέλαβον. Σὺ δὲ μόνη χαῖρε, ἡ πύλη τοῦ θεοῦ καὶ μυστηρίου νεφέλη. Σὺ μόνη χαῖρε, ὁ ἀστενοχώρητος τοῦ ἀπεριγράπτου ναός. Σὺ μόνη χαῖρε· ὁ γὰρ ἐκ σοῦ σαρκούμενος «ἀφεῖλε πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου». Σὺ μόνη χαῖρε, ἡ μήτηρ καὶ οὐρανός, ἡ κόρη καὶ νεφέλη, ἡ παρθένος καὶ θρόνος· ὡς γὰρ μήτηρ ἔτεκες τὸν ἐκ σοῦ καὶ πρὸ σοῦ καὶ μετὰ σοῦ, ὡς δὲ παρθένος

About this text

Hesychius of Jerusalem, In sanctum Lucam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Hesychius of Jerusalem’s In sanctum Lucam — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.