Historia Chronike · §u04-rem-close

Unit 4 rem close

Rem CLOSEOUT: Unit 4 CLOSEOUT.

Greek

κατορθώμασιν ὑπὸ Κασάνδρου τοῦ ἰδίου στρατηγοῦ φάρμακον δεξάμενος τὸν βίον μετήλλαξεν. Suidas v. Ἀλέξανδρος: «Ὅτι ὁ αὐτὸς ὀκτακοσίοις ἀνδράσιν ἐνέτυχεν ὑπὸ Περσῶν πάλαι ἐν Ἑλλάδι ληφθεῖσιν, ἀκρωτηριασμένοις τὰς χεῖρας, οὓς μεγάλαις δωρεαῖς ἐφιλοφρονήσατο καὶ παρεμυθήσατο. Εἰς δὲ τὴν λίμνην τὴν ἐν Ἀλεξανδρείᾳ ἀφικόμενος τὸ διάδημα ἀπέβαλεν, ὄμβρου πολλοῦ καταρραγέντος, καὶ μόλις ἐπὶ τὴν γῆν διενήξατο. Καὶ ὑπὸ Κασάνδρου τοῦ ἰδίου στρατηγοῦ φάρμακον δεξάμενος ἐσπαράχθη. Καὶ οὕτως ἐπὶ τοσούτοις κατορθώμασι τὸν βίον μετήλλαξεν. 43 Exc. De virt.: Ὅτι Λούκιος Βαλέριος Ποπλικόλας ὕπατος καταλείπει τὸν βίον, οὕτω δὴ μέταιτός τε καὶ χρημάτων ἄπορος ὡς κοινοῖς ὑπὸ τοῦ δήμου ταφῆναι χρήμασι, τάς τε κατὰ τὴν πόλιν γυναῖκας παραπλησίως αὐτὸν ἀποθρηνῆσαι τῷ Βρούτῳ, ἐπειδὰν καὶ συνῆρξεν αὐτῷ τῆς τῶν τυράννων ἐξόδου. 44 Exc. De ins.: Ὅτι ἕκτῳ τῆς ὑπατείας χρόνῳ μετὰ τὴν τῶν τυράννων ἐξέλασιν, Κασσίου τε καὶ Σουλπικίου τὴν ἀρχὴν παραλαβόντων, ἐς πᾶν μὲν κινδύνου προῆλθεν ἡ πόλις, τοῦ δουλικοῦ πλήθους ὑπὸ τῶν τυράννων ἀναπεισθέντος ἐπιθέσθαι νύκτωρ τοῖς κεκτημένοις, καὶ διαφθεῖραι τοὺς ἄνδρας ἐν ταῖς εὐναῖς, ἐπειδὰν αὐτοί τε προσάγωσι, καὶ οἱ συλλαβόμενοι σφίσι τῶν πολιτῶν τὰ ἐρυμνὰ καταλάβοιεν τοῦ ἄστεως. Οὐ μὴν ἀπέβη τι τούτων, Σουλπικίου τοῦ ὑπάτου σωφρόνως τούς θ' ἡγεμόνας τῆς ἐπιχειρήσεως συλλαβόντος, καὶ τὸ κεκινημένον τοῦ δημοτικοῦ κατασπάσαντος. 45 Ibid.: Ὅτι ἐνάτῳ τῆς ἐλευθερίας ἐνιαυτῷ, Πόπλου Καμινίου καὶ Τίτου Λευκίου ὑπατευόντων, ἐπειδὴ Μαμήλιος ἀνὴρ Λατῖνος μὲν τὸ γένος, καὶ μέγα παρὰ τοῖς ὁμοφύλοις δυνάμενος, συνοικῶν δὲ τῶν Ταρκυνίου θυγατρῶν τῇ νεωτάτῃ, ἀναστήσας πανδημεὶ τὸ Λατίνων γένος, χεῖρά τε μισθοφόρον πολλὴν ἀγείρας, τιμωρεῖν τοῖς κηδεσταῖς, ἀτίμως παρεωσμένοις τῆς δυναστείας, ἠξίου, ἡ βουλὴ (δὲ) καταδείσασα τὸ πλῆθος τοῦ πολεμίου νέφους, καινὸν ἡγεμονίας ἀνευρίσκει γένος, προχειρισαμένη τότε πρῶτον δικτάτορα, ὃς καθ' Ἑλλάδα γλῶτταν κληθείη ἂν εἰσηγητὴς τῶν λυσιτελῶν· ὑπερέχων μὲν τῆς τῶν ὑπάτων ἀρχῆς, τοῖς δὲ 17 βασιλεῦσι προσφερέστατος· ἀνυπεύθυνόν τε γὰρ τῶν ὅλων εἶχε τὸ κράτος, καὶ ἰσοτύραννον ἐν τῷ καθεστηκότι χρόνῳ τὴν ἐξουσίαν. Τοιγαροῦν Γάϊος Καῖσαρ πρότερον, καὶ μετὰ τοῦτον Αὔγουστος Ὀκταούιος, ὧν ὕστερον κατὰ τοὺς οἰκείους χρόνους μνημονεύσομεν, ὑπὸ τῷδε ὀνόματι τῆς μοναρχίας ἀντιλαμβάνεσθαι διέγνωσαν. 46 Ibid.: Ὅτι καὶ κατὰ τὴν πόλιν ἐμφύλιος ἀνεφλέγετο ταραχὴ, τοῦ δήμου πρὸς τὸ συνέδριον ἀπεχθῶς ἔχειν ἠρεθισμένου, ἀποστάντος δὲ σὺν ὅπλοις τῆς πόλεως, καὶ οὔτε συνοικεῖν ἔτι οὔτε κοινωνεῖν τῶν ἀγώνων βουλομένου τοῖς εὐπατρίδαις, εἰ μὴ τῶν τ' ὀφλημάτων ἀπολυθείη, καὶ δικασταῖς χρῆσθαι τὸ ἐντεῦθεν οἰκείοις ἐπιτραπείη, ὡς ἐπικουρίαν τοῦ δημοτικοῦ τε καὶ εὐτελοῦς ὄχλου, οἳ τοῖς παρὰ τὸ προσῆκον ὑπὸ τῶν δυνατῶν κατειργομένοις ἀρήξοιεν, καὶ τῶν πολλῶν ἐλεύθερα διαφυλάξαιεν τὰ σώματα. ∆είσαντες δὲ οὖν οἱ ἐν τέλει, μὴ ἐν τούτῳ τι πρὸς τῶν περιοίκων νεωτερισθείη, τοῦ δήμου πολεμίου τε ὄντος καὶ πρὸς τὰς ἔξω στρατιὰς οὐχ ὑπακούοντος, τὰ ἐξαιτησόμενα ** καὶ διαλλαγὰς ἐπὶ τούτοις εὑρίσκονται. 47 Ibid.: Ὅτι Ποπλίου αὖθις καὶ Βαλερίου τὴν ἀρχὴν διαδεξαμένων, ἥ(τε) κατὰ πόλιν ἐμφύλιος ἀνάπτεται ζάλη, τοῦ δήμου πρὸς τοὺς πατρικίους στασιάζοντος. Καὶ πρῶτον μὲν Καίσαρα τὸν ἀπὸ ** περιπλεξάμενος εἰς οἶκτον τοὺς ὁρῶντας συνήλασεν· ἔπειτα καὶ Σαβῖνοι Σερδώνιον πρὸς τυραννίδα ἐκίνησαν, ὃς ταχείας ἔτυχε καθαιρέσεως, θεραπευθέντος τοῦ δήμου καὶ τοῖς ὑπάτοις συμπράξαντος. 48 Exc. De virt.: Ὅτι Κύντιος Κικιννάτος ὁ δικτάτωρ πολλαῖς μὲν καὶ πρότερον ἐνήθλησε στρατιαῖς, ἀρχαῖς τε καὶ τιμαῖς Ῥωμαϊκαῖς πολλάκις κεκοσμημένος. Οὕτω δὲ ἦν μέτριος καὶ σώφρων, ὡς ἐπὶ καλύβῃ λυπρᾷ καὶ ὀλίγῳ γῆς μέτρῳ ζῆν, τὸν αὐτοῦργόν τε ἀγαπᾶν βίον. Ὃς δικτάτωρ προβαλλόμενος ἔτυχε πρὸς ἀρότρῳ πονούμενος, ὅτε ἀφίκοντο πρὸς αὐτὸν οἱ τὰ παράσημα τῆς ἀρχῆς κομίζοντες· ἀπονιψάμενός τε καὶ δεξάμενος τὰ σύμβολα * πρὸ ἑστιάσεως ἅμα τῇ οἰκείᾳ δυνάμει τοῖς πολεμίοις ἐπιγίνεται φόνον τε πολὺν τῶν ἐναντίων ἐργασάμενος ἐπάνεισιν ἑκκαιδεκάτῃ μετὰ τὴν ἔξοδον ἡμέρᾳ, τοὺς μὲν οἰκείους τοῦ περιστάντος κινδύνου λυσάμενος, τὸν δὲ τῶν πολεμίων διαρπάσας χάρακα· καὶ τὸν στρατηγὸν τῶν Ἐκανῶν δέσμιον ἐπὶ τὴν πομπὴν κατάγει τὴν ἐπινίκιον. 49 Suidas v. Κελτοί: «Ὅτι Κελτοὶ κατὰ Ῥωμαίων ἐστράτευσαν. Ἀνὴρ δέ τις τῶν Κελτῶν

About this text

John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.

Witnesses

  • Copy-text FHG / Cramer (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.