Unit 4 rem mid
Rem mid: Unit 4; lemma continues; reading with the letter.
Greek
ὅπερ ὑπὸ τοῖς κόλποις ἀφανῶς ἔφερεν, ἑαυτὴν ἐν ὄψει τῶν παρόντων κατειργάσατο. Τοῦτο δὲ τούς τε ἄλλους εἰς ὀργὴν ἀνῆψεν ἐλέῳ τῆς ἀνθρώπου (παρῆσαν γὰρ οὐκ ὀλίγοι Ῥωμαίων ἐπὶ θέαν τοῦ πάθους), καὶ οὐχ ἥκιστα Βροῦτον, προσήκοντα μὲν κατὰ γένος ἐκείνῃ, ἄνδρα δὲ δημοτικόν τε καὶ μισοτύραννον, ὃς μάλιστα τὸ πλῆθος εἰς τὴν τῶν βασιλέων ἤγειρεν ἀπόστασιν, ἀφείλετό τε τῆς ἐξουσίας παντελῶς τὸν Ταρκύνιον. Ἅμα γὰρ τῇ κατὰ τὴν πόλιν ἐπαναστάσει καὶ ἡ πρὸς τὴν Ἄρδεαν οὖσα στρατιὰ τῶν Ῥωμαίων, ἀπολιποῦσα τὸν τύραννον ᾤχετο, οὐδὲν οὔτε ἀνακαλοῦντος οὐδὲ μένειν δεομένου πεφροντικυῖα. Ταρκύνιος δὲ τοῖς παροῦσιν ἀμηχανῶν ἤλαυνεν ἐπὶ τὴν Ῥώμην, ὡς παύσων τῇ παρόδῳ τὴν ταραχὴν, καὶ τὴν δυναστείαν μετὰ πειθοῦς ἀναληψόμενος. Ἀπεωσθεὶς δὲ ὑπὸ τῶν πολιτῶν, ἀπεχώρει σὺν τοῖς οἰκείοις, βασιλεύσας ἔτη δʹ πρὸς τοῖς κʹ. Καθ' ὃν δὴ χρόνον ἡ πόλις ἀπελύθη τῆς τυραννίδος, ἑπτὰ μὲν δυναστῶν ἐφεξῆς ἀνασχομένη, τρία δὲ καὶ μʹ καὶ σʹ κατὰ μοναρχίαν ἔτη πολιτευσαμένη, συνεσταλμένων αὐτῇ τῶν τῆς ἀρχῆς ὅρων ἔτι, οὐ πέρα τε σταδίων ρʹ, ἔνθα δὴ μήκιστον, ἐκτισμένων. Ἐντεῦθεν ἐγένοντο βʹ κονσοῦλοι, οὓς Ἕλληνες ὑπάτους διὰ τὴν ὑπεροχὴν ἐκάλεσαν. 38 ιβιδ.: Ὅτι ∆αρεῖος ὁ Περσῶν βασιλεὺς Ἀρσάμου παῖς, μέχρι τῆς κατὰ Βιθυνίαν Χαλκηδόνος τὰς στρατιὰς προβιβάσας, ὑπὸ πολλῶν τε βασιλέων δορυφορούμενος, καὶ μεγίσταις ἐντρυφῶν παρατάξεσι, τὸν μὲν ὑπὸ Βαγώου τοῦ προκοίτου θάνατον διαφυγὼν, αὐτόν τε τὸ προσφερόμενον πιεῖν ἀναγκάσας φάρμακον, παραχρῆμα διέφθειρεν. Καὶ ὁ μὲν Βαγώας δίκας ὑποστὰς ὧν περὶ τοὺς προτέρους ἥμαρτε βασιλέας, Ἄρσαμόν τε καὶ Ὦχον, ὑπὸ τοῦ ἰδίου φαρμάκου ἀναιρεῖται· ὁ δὲ ∆αρεῖος ἓξ ἔτη πρὸς δυσὶ μησὶ δυναστεύσας, ἅμα τῷ βίῳ καὶ τὴν βασιλείαν κατέλυσεν. 39 Exc. Salm.: ∆αρεῖος ὁ υἱὸς Ἀρσάμου, ὃν ὁ Μακεδὼν καθεῖλεν Ἀλέξανδρος, προσαχθείσης αὐτῷ κύλικος ὑπὸ Βαγώου τοῦ εὐνούχου, ἠνάγκασεν αὐτὸν πιεῖν, καὶ πιὼν ὁ Βαγώας ἀπέθανεν. 2. Ὅτι κατὰ τοὺς Ἀβραὰμ χρόνους Νῖνος καὶ Σεμίραμις ἐβασίλευον. Φαραὼ τινὸς βασιλέως Αἰγύπτου πολλοὺς τῶν προσοίκων καταγωνισαμένου, καὶ τοὺς λῃστρικοὺς ἄνδρας μεταρρυθμίσαντος πρὸς τὸ φιλάν θρωπον, καὶ οἱ λοιποὶ βασιλεῖς Αἰγύπτου εἰς τιμὴν ἐκείνου Φαραὼ ἐκαλοῦντο. Ἐβασίλευσαν ἐν Αἰγύπτῳ καὶ οἱ καλούμενοι ποιμένες· κατάγεσθαι δὲ δοκοῦσιν ἀπὸ τῶν υἱῶν Ἰακὼβ ὄντων ποιμένων. 40 Exc. De insid.: Ὅτι ἐπὶ ∆αρείου τοῦ βασιλέως Περσῶν, Φιλίππου τῆς Μακεδονίας βασιλεύοντος χρόνους αʹ καὶ κʹ, πολλήν τε τῆς Ἑλλάδος καταστρεψαμένου μοῖραν, καὶ τοῦ τε πρὸς Ἀθηναίους καὶ τὸν στρατηγὸν ∆ημοσθένην ἐχομένου πολέμου ἐκκοπεὶς πρότερον 16 τὸν δεξιὸν ὀφθαλμὸν, ὑπὸ Παυσανίου τοῦ ὑπασπιστοῦ διαφθείρεται ἐν θεάτρῳ· κινήσεώς τε μεγίστης τῶν στρατιωτῶν ἐπὶ τῷ θανάτῳ τούτου γενομένης, ἔμεινεν ἡ ἀρχὴ τετραετίαν γυμνή. 41a Suidas v. Ἀλέξανδρος: Ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν θαυμαστὸν βίον ἐβίωσε. Πίστιν δὲ τοῖς εἰρημένοις ἐχέγγυον ἡ τῶν ἀγώνων παρέσχε πρᾶξις. Οὐδὲ γὰρ ἔστιν εὑρεῖν ἐν παντὶ τῷ τοῦ κόσμου κύκλῳ ἕνα ἄνδρα τοσούτοις κατορθώμασι πλεονεκτοῦντα. Τοῖς τε γὰρ ἀρίστοις ἀνδράσιν εἴς (τε) λόγους οὐ μείων τῶν εἰς ἄκρον ἐπαινουμένων εὑρέθη, πρός τε τὰ πολέμια διελθὼν θαυμαστὰ μᾶλλον ἢ πειθοῦς ἄξια διεπράξατο. Καὶ πρὸς ∆αρεῖον τὸν Περσῶν βασιλέα συνάψας πόλεμον, τοῦτον κατακράτος νικᾷ. Κἀκεῖνος αἰτεῖται εἰς διαλλαγὰς ἐλθεῖν καὶ δοῦναι αὐτῷ καὶ τὴν θυγατέρα Ῥωξάνην πρὸς γάμου κοινωνίαν. Ὁ αὐτὸς πάντα τὰ ἔθνη καταστρεψάμενος διεφθάρη τὸν νοῦν, etc. Exc. De virt.: Ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν τὴν τῶν Περσῶν βασιλείαν καθελὼν καὶ τὸν ∆αρεῖον ἀνελὼν διεφθάρη τὸν νοῦν, καὶ πρὸς τὰς τοῦ σώματος ἡδονὰς διωλίσθησε, Περσικήν τε στολὴν ἐνδυσάμενος, μυρίοις δὲ νέοις δορυφορούμενος, τριακοσίαις τε παλλακαῖς χρώμενος, ὡς τὴν Μακεδονικὴν πᾶσαν τῶν βασιλέων συνήθειαν εἰς Πέρσας μεταρρυθμίσαι, ἐντεῦθέν τέ τινας τῶν ἰδίων διαβληθέντας ἀνελεῖν, Λαγχέα μὲν καὶ Παρμενίωνα τοῦ στρατοπέδου ἐξάρχοντας τῆς τε Μακεδονικῆς νεολαίας οὐκ ὀλίγους. Suidas l. l: Ὕστερον δὲ εἰς Ἰνδίαν ἀφικόμενος ὑπὸ Κανδάκης τῆς βασιλίσσης συνελήφθη ἐν ἰδιώτου σχήματι. Καὶ εἶπεν αὐτῷ· «Ἀλέξανδρε βασιλεῦ, τὸν κόσμον παρέλαβες καὶ ὑπὸ γυναικὸς συνεσχέθης;» Καὶ εἰρήνην πρὸς αὐτὴν ἐποιήσατο, καὶ τὴν χώραν αὐτῆς ἀβλαβῆ διεφύλαξεν. 42a Exc. De ins.: Ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν, ὥς φησι Ἰωάννης ὁ Ἀντιοχεὺς, ἐπὶ τοσούτοις
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.