Historia Chronike Unit 5 opening
Unit 5.
Lemma-led open — Ἄνθρωπε, τί μου καταβάλλεις τὸ κατόρθωμα;
Greek
ἡγεμονικὸς, τό τε σῶμα εὐπρεπὴς καὶ τὸν θυμὸν ἀλκιμώτατος, προελθὼν τοῦ οἰκείου πλήθους ἐς μονομαχίαν προὐκαλεῖτο τῶν ἐναντίων τὸν ἄριστον. Βαλέριος δέ τις ἡγεμὼν φάλαγγος ὑπέστη τὸ ἀγώνισμα, καὶ θείᾳ δέ τινι μοίρᾳ κατὰ γνώμην ἀποβάντος ἔτυχε τοῦ βουλεύματος. Ἐπεὶ γὰρ προῆλθε τοῦ οἰκείου τάγματος ὁπλισάμενος, κόραξ προσιζάνει τῷ δεξιῷ τοῦ ἀνδρὸς βραχίονι· ἀντιπρόσωπος δὲ τῷ Κελτῷ κατὰ τὸν ἀγῶνα φερόμενος, καὶ τοῖς τε ὄνυξιν ἀμύττων τὸ πρόσωπον καὶ τοῖς πτέρυξιν ἐπικαλύπτων τοὺς ὀφθαλμοὺς ἀφύλακτον τῷ Βαλερίῳ τὸν πολέμιον παραδέδωκεν· ὁμοῦ τήν τε νίκην τῷ ἀνδρὶ καὶ τὴν ἀπὸ τοῦ συμβεβηκότος ἐπωνυμίαν χαρισάμενος. Κορβῖνος γὰρ δὴ τοὐντεῦθεν ἐπεκλήθη, τῆς τε μαρτυρηθείσης ἀρετῆς ἕνεκα παρὰ τὰ καθεστηκότα Ῥωμαίοις νόμιμα τῆς ὑπατικῆς ἀρχῆς ἔτι μειράκιον ὢν τυγχάνει.» 50 Exc. De virt.: Ὅτι Μάρκελλος καὶ Σκιπίων οἱ ὕπατοι μετὰ τὴν νίκην τὴν κατὰ Γαλατῶν **–Κατὰ τὸν αὐτὸν καιρὸν καὶ Οὐολσινίους δόλῳ κρατηθέντας τε καὶ αἰκιζομένους πικρῶς ἠλευθέρωσαν. Οἱ γὰρ ταύτην οἰκοῦντες τὴν χώραν, ἐν πολλῇ τρυφῇ τοῦ σώματος διαιτώμενοι, αὐτοί τε τῶν ὅπλων καταφρονήσαντες τοῖς οἰκέταις ταῦτα χειρίζειν ἐπέτρεψαν. Ἐπειδὰν δὲ δυνάμεως ἐπελάβοντο, πρῶτα μὲν τὰς ἑαυτῶν δεσποίνας πρὸς βίαν κατῄσχυναν· ἔπειτα τοῖς δεσπόταις χεῖρας ἐπιβαλόντες τοὺς μὲν ὡς ἔτυχε διαφθείροντες, τοὺς δὲ τιμωρίαις αἰσχίσταις ὑποβαλόντες κατηνάλωσαν. 51 Ibid.: Ὅτι καὶ Μάρκος Μινούκιος Ῥοῦφος καὶ Πόπλιος Κορνήλιος οἱ ὕπατοι Ἰστριανοῖς κακουργοῦσι τὰς 18 σιταγωγὰ Ῥωμαίων ὁλκάδας δίκην ἐπέθεσαν, ἅπαντας ὀλίγου τοῖς οἰκείοις ὑποθέντες ὅπλοις. 52a Suidas: ∆ιῆγε, παρεξέτεινεν. Ἰωάννης Ἀντιοχείας· «Ὃς ἔρυμνα χωρία παρειληφὼς ἐπὶ πολὺ διῆγε τὸν πόλεμον, ἀμβλύνων τὴν τοῦ Ἀννίβου ὀξύτητα χρονίαις διατριβαῖς.» Idem: Ἀμβλύνω, τὸ ἐκλύω. «Ὁ δὲ ἐπὶ πολὺ διῆγε τὸν πόλεμον ἀμβλύνων τὴν τοῦ πολεμίου ὀξύτητα χρονίαις τε καὶ μακραῖς τοῦ ἔργου διατριβαῖς.» 53 Exc. De ins.: Ὅτι κατὰ τὸν χρόνον ὅτε Ἀννίβας ἐπολέμει τοῖς Ῥωμαίοις, Ἀντίοχος ὁ τῆς Συρίας βασιλεὺς ὑπὸ Πτολεμαίου τοῦ Αἰγυπτίων ἄρχοντος πολεμούμενος, Ξέρξῃ τῷ Ἀρμενίων τυράννῳ τὴν ἑαυτοῦ ἀδελφὴν συνοικήσας, ἐκεῖνον μὲν διὰ τῆς ἀδελφῆς διεχρήσατο, τὴν δὲ Περσῶν βασιλείαν αὖθις ἀνεκτήσατο. 54 Exc. de ins.: Ὅτι Πτολεμαίου (Ἀγαθόκλειαν) τὴν ἑαυτοῦ γυναῖκα ἐκβαλόντος, καὶ μιᾷ τινὶ τῶν ἑταιρίδων συναφθέντος, εἶτα τελευτήσαντος Πτολεμαίου, ἡ Ἀγαθόκλεια Ἀρσινόην διαφθείρει δόλῳ· καὶ ταύτης σὺν τοῖς βασιλείοις διαφθαρείσης, πολλῆς τε ταραχῆς ἐντεῦθεν Αἰγυπτίοις ἀναφθείσης, ὅ τε τῆς Συρίας βασιλεὺς Σέλευκος, καὶ τῆς Μακεδονίας Φίλιππος, ἐλπίδι τοῦ κρατήσειν τῆς χώρας σὺν προθυμίᾳ στρατεύουσιν· οὓς δὴ Ῥωμαῖοι φθάσαντες τῆς ἐγχειρήσεως, τὴν τῶν Αἰγυπτίων ἐμφύλιον ἀπέσβεσαν ἐπανάστασιν, Πτολεμαῖον τὸν Ἐπιφανῆ αὐτοκράτορα τοῦ ἔθνους ἀποδείξαντες, Προυσίου τότε τῶν Βιθυνῶν βασιλεύσαντος. 55 Ibid.: Ὅτι Ἀντιόχου, οὗ ἐπώνυμός ἐστι πόλις παρὰ Ἀσσυρίοις, υἱὸς Σέλευκος καὶ Ἀντίοχος ὁ ἐπικληθεὶς Θεός· ἀλλ' ὁ μὲν Σέλευκος, ἐπιβουλεύειν ὑποπτευθεὶς τῷ πατρὶ, κατακτείνεται. 56 Ibid.: Ὅτι ∆ημήτριος υἱὸς ἦν Φιλίππου τοῦ Μακεδόνων βασιλέως, ὃν οἱ Ῥωμαῖοι ὅμηρον ἔσχον· συμμαχήσαντος δὲ Φιλίππου τοῖς Ῥωμαίοις, τοῦτον ἀμειβόμενοι τῆς ἐννοίας (εὐν.?), ἀφιᾶσι τὸν παῖδα τῆς ὁμηρείας. Ἐπανελθόντα δὲ τὸν ∆ημήτριον ἐκποδὼν ὁ Φίλιππος ἐποιήσατο, πρῶτος τῶν ἀπὸ τοῦδε τοῦ γένους μιαιφονήσας ἐς τοὺς οἰκείους. 57 Exc. De virt.: Ὅτι Αἰμίλιος ὁ ὕπατος, ὁ τὸν Περσέα τὸν τῶν Μακεδόνων βασιλέα χειρωσάμενος, ἀνὴρ ἦν σώφρων καὶ φέρειν εὐπραγίας εἰδὼς, καὶ ἱκανὸς ὤν. Ἅμα γὰρ βασιλικῇ θεραπείᾳ τὸν ἄνδρα ὑπεδέξατο, πεσεῖν τε βουληθέντα πρὸς τοῖς γόνασιν αὐτοῦ ἀναστήσας καὶ ἐπειπὼν, «Ἄνθρωπε, τί μου καταβάλλεις τὸ κατόρθωμα;» ἐπί τινος βασιλικοῦ θρόνου
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.