Historia Chronike Unit 7 opening
Unit 7.
Lemma-led open — γένος, ἀνελόντι τοὺς υἱέας· οἷς ὁ φιλόσοφος ἀντιλέγων Ποσειδώνιος, τοὺς μὲν ἐν ἡλικίᾳ φησὶ
Greek
γένος, ἀνελόντι τοὺς υἱέας· οἷς ὁ φιλόσοφος ἀντιλέγων Ποσειδώνιος, τοὺς μὲν ἐν ἡλικίᾳ φησὶν ἀπολωλέναι τοῦ Βρούτου παῖδας, τρίτον δὲ λειφθῆναι νήπιον, ἀφ' οὗ τὸ γένος εἰς τούσδε καθήκειν. Μήτηρ δὲ αὐτοῖς ἀδελφὴ τοῦ φιλοσόφου Κάτωνος, ὃν μάλιστα Ῥωμαίων ὁ πρεσβύτερος ἐζήλωσε Βροῦτος, θεῖον ὄντα καὶ κηδεστὴν ὕστερον γενόμενον. Πορκίᾳ γὰρ δὴ τῇ **. 18. Ἐπὶ δὲ τοῖς Βρούτοις Γάϊος Κάσσιος ἦν ἐν τῇ συνωμοσίᾳ, ὁ Κράσσῳ ἐπὶ Παρθυαίους συστρατευσάμενος, καὶ Σερβίλιος Κάσκας, ὃς δὴ καὶ πρῶτος σπάσαι τὸ ξίφος κατὰ τοῦ Καίσαρος λέγεται. Ἐπιστάντος δὲ τοῦ καιροῦ, καθ' ὃν ἔδει τὴν βουλὴν συνελθοῦσαν χρηματίσαι τι περὶ τῶν κοινῶν, παρῆν καὶ ὁ Καῖσαρ ἐς τὸ βουλευτήριον, μεθέξων τῶν γινομένων. Ὡς δὲ τὰ ξίφη διεκόμισαν ἐν κιβωτίῳ τινὶ κατακρύψαντες, τρόπῳ δὲ συμβολαίων παρὰ τὸ συνέδριον ἤγαγον, αὐτίκα ἀναστάντες καὶ περιστάντες τὸν Καίσαρα κατετίτρωσκον. Ἐπιθεμένων δὲ αὐτῶν, τὰ μὲν πρῶτα διώθει τοὺς ἐπιόντας, καὶ κατὰ δύναμιν ἠμύνετο· ἐπεὶ δὲ τὸν Βροῦτον γυμνῷ τῷ ξίφει ἐπ' αὐτὸν χωροῦντα καὶ σὺν τοῖς πολεμίοις τεταγμένον ἐθεάσατο, ἐγκαλυψάμενος παρέδωκε παίειν τὸ σῶμα. Τρεῖς γοῦν καὶ κʹ πληγὰς ἀναδεξάμενος ἀναλίσκεται, ἐτῶν (δὲ) τῇ πόλει μετὰ τὸν ἀνοικισμὸν ἐννέα που πρὸς τοῖς ψʹ γεγονότων. Tzetzes Chil. III, 23, v. 16: Ἡ Πτολεμαίου σύναιμις, δέσποινα Κλεοπάτρα ... αὕτη σὺν ἀρχιτέκτονι Κυπρίῳ ∆εξιφάνει τὴν θάλασσαν χερσώσασα τὴν τῆς Ἀλεξανδρείας ὅσον πρὸς τετραστάδιον, εἴτε μικρόν τι πλέον, τὸν πύργον ἐξειργάσατο τὸν μέγιστον τῆς Φάρου, ὁλκάσι φῶς σωτήριον μᾶλλον ἐν ζάλῃ φαίνειν. Μέμνηται μὲν Βιργίλιος ταύτης τῆς Κλεοπάτρας, Λουκιανὸς καὶ Γαληνὸς καὶ Πλούταρχος σὺν τούτοις, ∆ιόδωρος, Γεώργιος ὁ χρονικὸς σὺν ἄλλοις, καὶ Ἰωάννης μετ' αὐτοὺς Ἀντιοχεὺς ὑστέρως. 73 Exc. Salm.: Γάϊος Ἰούλιος Καῖσαρ νέος ὢν ἔδοξε καθ' ὕπνους συνουσιάζειν τῇ ἰδίᾳ μητρὶ, καὶ ἐν ταῖς ἀγέλαις αὐτοῦ ἵππος ἐτέχθη χηλοὺς ἔχων ἀντὶ ὁπλῆς, καὶ οὐδένα ἕτερον ἀναβάτην ἐδέχετο, εἰ μὴ αὐτὸν μόνον, ὡς ὁ Βουκέφαλος τὸν Ἀλέξανδρον. Πρὸ δὲ μιᾶς ἡμέρας τοῦ θανάτου αὐτοῦ, ἔδοξεν ὁρᾶν ἡ γυνὴ αὐτοῦ πεπτωκυῖαν τὴν οἰκίαν αὐτοῦ, καὶ αὐτὸν τραυματίαν καὶ αἵματι κατάρρυτον ἐμπεσεῖν τοῖς κόλποις αὐτῆς. Προϊόντι δὲ αὐτῷ ἔδωκέ τις ἐν χάρτῃ τὴν κατ' αὐτοῦ ἐπιβουλήν· ὁ δὲ ἄλλο τι νομίσας εἶναι, καὶ διὰ τοῦτο μὴ ἀναγνοὺς, ἀλλὰ δοὺς τοῖς ὑπογραφεῦσιν, ἐσφάγη. 74 Exc. De ins.: Ἐπειδὴ Καῖσαρ ἀνῃρέθη κατὰ τὸ βουλευτήριον, αὖθις ἐμφύλιος ἀνήφθη πόλεμος. 27 Τοὺς μὲν γὰρ αὐθέντας τοῦ Καίσαρος, οἷα τῆς κοινῆς ἐλευθερίας προστάτας, περιεῖπε τὸ συνέδριον· ὅ γε μὴν ὕπατος Ἀντώνιος, τοῖς ἀχθομένοις τῇ τοῦ Καίσαρος τελευτῇ προσθέμενος, πιέζειν τοὺς ἄνδρας καὶ καταναλίσκειν ἐκ παντὸς ἐπενόει τρόπου· καὶ οὐ καθῆκεν ἄχρις οὗ φυγάδας τῆς πόλεως τοὺς περὶ τὸν Βροῦτον κατέστησεν· οἱ μὲν γὰρ ὑπεξῆλθον, δείσαντες τὴν τοῦ Ἀντωνίου δύναμιν δημαγωγοῦντος κατ' αὐτῶν τὸ πλῆθος. Ἡ δὲ βουλὴ ἀρχάς τε καὶ τιμὰς τοῖς ἀνδράσι προσένειμεν, ἄρχειν Συρίας τε καὶ Μακεδονίας ψηφισαμένη. Ταραχθείσης δὲ τῆς πόλεως ἐν ἑαυτῇ, πολλά τε καὶ ἔκνομα τὸν Ἀντώνιον διαπραττόμενον, πολέμιον ἀνεῖπεν ἡ βουλὴ, ἐπί τε τῇ συλλήψει τοῦ ἀνδρὸς ἤδη τῆς πόλεως σὺν ταῖς οἰκείας δυνάμεσιν ἀπεληλυθότος, Πάνσαν τε καὶ Ἴρτιον τοὺς ὑπάτους ἐκπέμπει, τρίτον ἡγεμόνα τούτοις ἐπιτάξασα τὸν Ὀκταούιον, ἔτι νέον ὄντα. Ζήτει ἐν **. 75 Exc. De virt.: Ὅτι Φολουία ἡ Ἀντωνίου γυνὴ Κικέρωνος τοῦ ῥήτορος ἀποτεμοῦσα τὴν κεφαλὴν, καὶ ἐπὶ τοῖς γόνασι λαβοῦσα, πολλὰ μὲν ἐς αὐτὴν ἐξυβρίσαι καὶ ἐμπτῦσαι. Τέλος δὲ τὸ αὐτῆς διανοίξασα στόμα, ἐκείνου τε τὴν γλῶτταν ἐξελκύσαι καὶ τῇ βελόνῃ τῇ κατὰ τὴν κεφαλὴν κατακεντῆσαι, πολλά τε καὶ μιαρὰ προσφθεγξαμένη, ἐπὶ τὸ βῆμα τεθῆναι προσέταξεν, ἵν' ὅθεν κατ' αὐτῆς δημηγορῶν ἠκούετο, ἐκεῖθεν καὶ ὁρῷτο. Οὗτοί γε
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.