Unit 7 rem early
Rem early: Unit 7; lemma and argument toward the thesis.
Greek
μόνοι ἐσώθησαν τότε, παρ' ὧν γε πλείονα ἔλαβον ἤπερ τελευτησάντων εὑρεῖν ἤλπισαν. Καὶ ἵνα μὴ κεναὶ ἐν τοῖς λευκώμασι τῶν ἀνδρῶν αἱ χῶραι ὦσιν, ἑτέρους ἀντέγραψαν ὅ τε Καῖσαρ καὶ Λέπιδος καὶ Ἀντώνιος. Τοιαῦτα μὲν περὶ τὰς σφαγὰς, πολλὰ δὲ καὶ περὶ τὰς τῶν ἄλλων οὐσίας συνέβαινε· καίτοι ταῖς τε γυναιξὶν τῶν ἀναιρουμένων τὰς προῖκας, καὶ τοῖς τέκνοις τὸ δέκατον τῆς οὐσίας μέρος παρεῖχεν ὁ Καῖσαρ. Ἐπορθεῖτο γοῦν πάντα ἀδεῶς. Τῶν μὲν γὰρ ἐνοικίων οἱ κτήτορες τὸ ὅλον ἀφῃροῦντο, τῶν δὲ προσόδων τὸ ἥμισυ. Καὶ πρός γε τοὺς στρατιώτας ἀπέτρεφον προῖκα. ∆εκάτας τε αὖθις εἰσφέρειν τῶν προσόδων ἐπιτραπέντες μόλις αὐτοὶ δέκατον ἐκαρποῦντο μέρος. Αὐξήσεως γὰρ τῶν τελῶν πολλῆς γενομένης, καὶ πρὸς ἀνάγκης ἐς τὸ ναυτικὸν ἀπαιτούμενοι παῖδας, ἔστιν ὅτε καὶ ὠνούμενοι ἐδίδοσαν. Τάς τε ὁδοὺς οἰκείοις δαπανήμασιν ἐπεσκεύαζον. Μόνοι δὲ οἱ τὰ ὅπλα ἔχοντες ἐπλούτουν. Οἱ μὲν γὰρ τὰς οὐσίας τῶν τελευτησάντων ὅλας καὶ ᾔτουν καὶ ἐλάμβανον, οἱ δὲ καὶ ἐς τὰ τῶν ζώντων ἔτι γερόντων τε καὶ ἀτέκνων γένη ἐσεβιάζοντο. Ἐς τοσοῦτον γὰρ ἀπληστίας καὶ ἀναισχυντίας ἐχώρησαν, ὥστε τινὰ καὶ τὴν τῆς Ἀττίας τῆς τοῦ Καίσαρος μητρὸς ἀποθανούσης τότε καὶ δημοσίᾳ ταφῇ τιμηθείσης οὐσίαν παρ' αὐτοῦ τοῦ Καίσαρος αἰτῆσαι. Τοιαῦτα οἱ τρεῖς ἄνδρες ἐποίουν Καῖσαρ καὶ Λέπιδος καὶ Ἀντώνιος. 76 Exc. De ins.: Ὅτι μετὰ τὸ ἀνελεῖν Βροῦτον καὶ Κάσσιον τοὺς αὐθέντας Καίσαρα τὸν Αὔγουστον καὶ διαλαχεῖν κλήρῳ τὴν ἀρχὴν, Ἀντώνιος ὁ ὕπατος πόλεμον ἔγνω κινεῖν κατὰ τὴν Ἰταλίαν ἐμφύλιον. Ἦν δὲ οὗτος ἀδελφὸς Μάρκου Ἀντωνίου, τοῦ σὺν Καίσαρι Βρούτῳ καὶ Κασσίῳ συμπολεμήσαντος. Οὐ πολλῷ γε μὴν χρόνῳ ἐν Περουσίᾳ πόλει Τυρρηνικῇ σφόδρα τῶν ἀναγκαίων ἐνδείᾳ πιεσθεὶς, ἥλω μὲν, οὐ μὴν ἀνῃρέθη, ἀλλ' ἐξηλάθη τῆς Ῥώμης πρὸς τοῦ Καίσαρος, σὺν τῇ γαμετῇ τοῦ Ἀντωνίου Φολουίᾳ· οὓς ὁ Καῖσαρ ἤλασεν ὡς νεωτεροποιοὺς καὶ πολυπράγμονας. 77 Exc. De virt.: Ὅτι μετὰ τὰς σπονδάς φασι δειπνεῖν παρὰ τῷ Πομπηίῳ τῷ παιδὶ Πομπηίου τόν τε Καίσαρα (Ἰούλιον) καὶ Ἀντώνιον, ἐν τῇ στρατηγίδι νηὶ παρασκευασαμένῳ τὸ δεῖπνον. Τοῦτο γὰρ ἔφη αὐτῷ μόνον καταλελεῖφθαι πατρῷον οἶκον. Ἤδη δὲ ἔνδον ὄντων καὶ τῆς συνουσίας ἀκμαζούσης Μηνᾶν τὸν πειρατὴν τὰ πλείστου ἄξια τῷ Πομπηίῳ ὑπηρετοῦντα, καὶ τότε προσελθεῖν τε αὐτῷ ἡσυχῆ, καὶ, «Βούλει, φάναι, τὰς ἀγκύρας τῆς νεὼς ὑποτεμὼν ποιήσω σε μὴ Σικελίας καὶ Σαρδῶνος, ἀλλὰ τῆς Ῥωμαίων ἡγεμονίας κύριον;» Τὸν δὲ Πομπήιον ἀποκρίνασθαι· «Ἔδει σε, ὦ Μηνᾶ, τοῦτο πεποιηκέναι μὴ 28 προειπόντα ἐμοὶ τὴν ἐπιχείρησιν. Νῦν δὲ οὐ πρὸς ἡμῶν ἐπιορκεῖν· τὰ παρόντα στέργωμεν.» t78 AUGUSTUS. 78 Exc. Salmas.: Ὀκταύϊος ἐβασίλευσε ἔτη ζʹ, ἡμέρας βʹ. Ἡμέρας μιᾶς πρὸ τεχθῆναι τοῦτον, εἶδεν ἡ μήτηρ αὐτοῦ, ὡς τὰ σπλάγχνα αὐτῆς ἐξαρπαγέντα εἰς οὐρανὸν ἐφέρετο· καὶ ἐν τῇ νυκτὶ ᾗ ἐγεννήθη εἶδεν ὁ πατὴρ αὐτοῦ ὅτι ἐκ τῶν κόλπων τῆς αὐτοῦ γυναικὸς ἀνέτειλεν ὁ ἥλιος. Νιγίδιος δέ τις βουλευτὴς ἀστρολόγος, βραδύτερον προελθόντος τοῦ πατρὸς αὐτοῦ, ἠρώτησε τὴν αἰτίαν, ὁ δὲ ἔφη υἱὸν αὐτῷ τεχθῆναι· κἀκεῖνος, «Ὢ τί ἐποίησας; δεσπότην ἡμῖν ἐγέννησας,» ἀνεβόησε. Τρεφομένου δὲ τοῦ παιδὸς ἐν ἀγρῷ, ἀετὸς καταπτὰς ἄρτον ἐκ χειρῶν αὐτοῦ ἀφείλετο, καὶ ἐπανελθὼν πάλιν αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ ἀπέθετο. Ἐν παισὶ δὲ τελοῦντα εἶδε καθ' ὕπνους αὐτὸν Κικέρων χρυσῇ ἁλύσει δεδεμένον, καὶ μάστιγα κρατοῦντα ἐν τῷ Καπιτωλίῳ χαλασθῆναι οὐρανόθεν. Ἐν δὴ τῷ μέλλειν αὐτὸν τελευτᾶν, κεραυνὸς ἐμπεσὼν εἰς τὴν εἰκόνα αὐτοῦ τὸ πρῶτον γράμμα τοῦ ὀνόματος αὐτοῦ ἠφάνισε, καὶ προεῖπον οἱ μάντεις ὅτι ἀποθανεῖται. 2. Οὗτος τοὺς λογίους τιμῶν μετεωρολέσχας ἀπήλαυνε, τόδε τὸ λόγιον προφερόμενος· Μήτι πελώρια μέτρα γύης ὑπὸ σὴν φρένα βάλλου, μηδὲ μέτρει μέτρῳ ἠελίου κανόνας συναθροίσας· ἀϊδίου βουλῇ φέρεται πατρὸς, οὐχ ἕνεκεν σοῦ· ἀστέριον προπόλευμα σέθεν χάριν οὐκ ἐλοχεύθη. 3. ∆ρούσου θυγάτηρ Λιουία γαμετὴ ἦν Νέρωνός τι νος, ἐξ οὗ καὶ παῖδα Τιβέριον εἶχεν· εἶτα ςʹ μηνῶν ἐγγύου οὔσης, ἠναγκάσθη Νέρων ὁ ταύτης ἀνὴρ, εἴτε ὑπὸ τοῦ πρώτου Καίσαρος, εἴτε ὑπὸ τοῦ Ὀκταυίου, ἐκδοῦναι αὐτὴν αὐτῷ, ὡς πατήρ. Τεκούσης οὖν μετὰ τρεῖς μῆνας τοῦ γάμου, τὸ μὲν τεχθὲν Νέρωνι τῷ πατρὶ
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.