Historia Chronike · §u15-open

Historia Chronike Unit 15 opening

Unit 15.

Lemma-led open — ΜΑΞΙΜΙΝΟΣ. . .: Ὅτι Μαξιμῖνος παραλαβὼν τὴν ἀρχὴν, πολλὴν τὴν μεταβολὴν ἐποιήσατο, τραχύτα

Greek

142 ΜΑΞΙΜΙΝΟΣ. Exc. De virt.: Ὅτι Μαξιμῖνος παραλαβὼν τὴν ἀρχὴν, πολλὴν τὴν μεταβολὴν ἐποιήσατο, τραχύτατα καὶ μετὰ πολλοῦ φόβου τῇ ἐξουσίᾳ χρώμενος, ἔκ τε ἡμέρου βασιλείας εἰς τυραννίδος ὠμότητα μεταγαγεῖν πάντα ἐπειρᾶτο. Φύσει δὲ ἦν τὸ ἦθος, ὥσπερ καὶ τὸ γένος, βάρβαρος, τό τε φονικὸν πάτριον ἔχων. Εὐθέως οὖν τούς τε φίλους πάντας, οἳ συνῆσαν τῷ Ἀλεξάνδρῳ, σύνεδροί τε ὑπὸ τῆς συγκλήτου ἐπιλεχθέντες, ἀπεσκευάσατο, μόνος εἶναι βουλόμενος ἐν τῷ στρατῷ, καὶ μηδένα αὐτῷ παρεῖναι ἐκ συνειδήσεως εὐγενοῦς κρείττονα. Πλείστους δὲ αὐτῶν καὶ ἀπέκτεινεν ἐπιβουλὰς ὑποπτεύων. Τόν τε γὰρ Μάγνον καὶ τοὺς σὺν αὐτῷ διὰ τὴν πρὸς Γερμανοὺς νομισθεῖσαν προδοσίαν ἀνεῖλεν. Εἴχετο γὰρ τῆς πρὸς αὐτοὺς μάχης. 143 Exc. De ins.: Ὅτι ἐπὶ Μαξιμίνου τοῦ βασιλέως ἐγένετό τις καὶ Ὀσροηνῶν ἀπόστασις, οἳ πάνυ ἀλγοῦντες ἐπὶ τῇ Ἀλεξάνδρου τελευτῇ, τινὶ Κουαρτίνῳ, τὴν ὕπατον ἀρχὴν διανύσαντι, φίλῳ δὲ γενομένῳ τοῦ Ἀλεξάνδρου, πορφυρίδα τε ὀλεθρίαν περιέβαλον ἄκοντι, καὶ αὐτοκράτορα ὠνόμασαν. Ἐκεῖνος μὲν οὖν ἐν τῇ σκηνῇ καθεύδων ἐπιβουλευθεὶς νύκτωρ ἀνῃρέθῃ ὑπό τοῦ συνόντος αὐτῷ φίλου πρὸς χάριν τοῦ Μαξιμίνου. 144 Exc. De virt.: Ὅτι καὶ ἀποστάσεις ἐγίνοντο ἐπὶ Μαξιμίνου. Ἔτι γὰρ εἰς τραχύτητα μᾶλλον καὶ ὠμότητα ἠκόνησαν τὴν τοῦ Μαξιμίνου ψυχὴν, καὶ πρότερον οὕτω πεφυκυῖαν. Ἦν δὲ καὶ τὴν ὄψιν φοβερώτατος 56 καὶ μέγιστος τὸ σῶμα. 145 Ibid.: Ὅτι ἐπὶ Μαξιμίνου πολλή τις ἦν περὶ τοὺς ὑπηκόους ἀπανθρωπία καὶ φόνοι πολλοί. Ἀνεσείσθη γὰρ πᾶσα ἡ Ῥωμαίων πολιτεία συκοφάνταις τε καὶ δούλοις ἐκδοθεῖσα. Ἑκάστης γοῦν ἡμέρας ἦν ἰδεῖν τοὺς χθὲς πλουσίους μεταιτοῦντας. Τοσαύτη τις ἦν τῆς τυραννίδος ἡ φιλοχρηματία. Πολλοὶ δὲ καὶ φυγαῖς καὶ θανάτοις ἐζημιοῦντο. (Καὶ) ἐφ' ὅσον μὲν οὖν εἰς τοὺς καθ' ἕνα ταῦτα ἐπράττετο, οὐ πάνυ τι τοῖς δήμοις ἔμελε· τὰ γὰρ τῶν εὐδαιμονεῖν δοκούντων ἢ πλουσίων πταίσματα πρὸς τῶν ὄχλων οὐ μόνον ἀμελεῖται, ἀλλά τινας τῶν κακοήθων καὶ φαύλων ἔσθ' ὅτε καὶ εὐφραίνει τῷ φθόνῳ. Ἐπεὶ δὲ ὁ Μαξιμῖνος τοὺς πλείστους τῶν ἐνδόξων οἴκων εἰς πενίαν περιστήσας, ᾠήθη μετελθεῖν εἰς τὰ δημόσια, καὶ εἴ τινα χρήματα ἦν πολιτικὰ καὶ εἰς εὐθηνίας ἢ νομὰς τῶν δημοτῶν ἠθροισμένα, εἰς ἑαυτὸν μετήγαγε, ναῶν τε ἀναθήματα καὶ ἀγάλματα πόλεων, καὶ εἴ τι καλλώπισμα ἦν, ἐχωνεύετο (ὅπερ μά λιστα τοὺς δήμους ἐλύπει, πένθος τε δημόσιον ἐνεποίει, δίχα μάχης ὄψις πολιορκίας, ὥς τινας τῶν δημοτῶν καὶ εἰς χεῖρας ἐλθεῖν)· ἐντεῦθεν μάλιστα αἱ ψυχαὶ τῶν ἁπάντων ἀπηρέσκοντο, οἵ τε στρατιῶται ὠνειδίζοντο, ὡς δὴ δι' αὐτοὺς ταῦτα πράττοντος Μαξιμίνου. Αἰτίαι μὲν οὖν αὗται εἰς μῖσος καὶ ἀπόστασιν ἅπαντας παρώξυνον. 146 Exc. De ins.: Ὅτι διὰ τὴν τραχύτητα καὶ ὠμότητα τοῦ Μαξιμίνου εἰς μῖσος καὶ ἀπόστασιν πάντες παρωξύνοντο, ἄρξασθαι δὲ οὐδεὶς ἐτόλμα, ἄχρις οὗ Λίβυες ἐπανέστησαν, ἐξ αἰτίας τοιᾶσδε. Ἐπετρόπευέ τις τῆς Καρχηδονίας χώρας τραχύτατα καὶ μετὰ πάσης ὠμότητος, καταδίκας τε ποιῶν καὶ χρημάτων εἰσπράξεις, βουλόμενος εὐδοκιμεῖν παρὰ τῷ Μαξιμίνῳ. Ἐκεῖνός (τε) γὰρ τοὺς ἁρμόζοντας τῇ αὑτοῦ γνώμῃ ἐπελέγετο. ∆ιὸ τῆς Λιβύης ἄρχων πᾶσιν μὲν βιαίως ἐπεφέρετο, νεανίσκους δέ τινας τῶν παρ' ἐκείνοις εὖ γεγονότων καὶ πλουσίων, καταδίκαις περιβαλὼν, εἰσπράττειν τὰ

About this text

John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.

Witnesses

  • Copy-text FHG / Cramer (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.