Historia Chronike · §u15-rem-early

Unit 15 rem early

Rem early: Unit 15; lemma and argument toward the thesis.

Greek

χρήματα εὐθέως ἐπειρᾶτο, πατρῴων τε καὶ προγονικῶν οὐσιῶν αὐτοὺς ἀναιρεῖσθαι. Ἐφ' οἷς ἀλγήσαντες οὗτοι, τὰ μὲν χρήματα δώσειν ὑπέσχοντο, τριῶν ἡμερῶν αἰτήσαντες ἀνάθεσιν· συνωμοσίαν δὲ ποιησάμενοι, πάντας οὓς ᾔδεισαν ἢ πεπονθότας τι δεινὸν ἢ παθεῖν δεδοικότας, πείσαντες, κελεύουσι νύκτωρ κατελθεῖν τοὺς ἐκ τῶν ἀγρῶν νεανίσκους, ξύλα τε καὶ πελέκεις ἐπιφέρεσθαι. Οἱ δὲ μέγα τι πλῆθος συνελθόντες, ἅμα τῷ περιόρθριον γενέσθαι εἰς τοὺς τῶν δεσποτῶν οἴκους ἀπαντῶσι, καὶ σὺν αὐτοῖς πάντες ὁρμῶσι ξιφήρεις· καὶ πρότερον μὲν τὸν ἐπίτροπον αἰφνιδίως ἀναιροῦσι, καὶ πολλοὺς τῶν περὶ αὐτὸν στρατιωτῶν· ἔπειτα καὶ τὸν τῆς χώρας ἡγούμενον. 2. Ὡς δὲ ταῦτα αὐτοῖς προεχώρησεν, ἐν ἔργοις μείζοσιν ᾔδεσαν μόνην ἑαυτοῖς σωτηρίαν ὑπάρχουσαν· πᾶν τε τὸ ἔθνος ἀναπείσαντες εἰς ἀπόστασιν (ὅπερ ᾔδεσαν πάλαι μὲν εὔχεσθαι μίσει Μαξιμίνου, φόβῳ δὲ κωλύεσθαι), μεσαζούσης ἡμέρας ἐπίασιν ἐπὶ τὴν τοῦ ἀνθυπατεύοντος οἰκίαν· Γορδιανὸς δὲ ἦν ὄνομα, κλήρῳ μὲν τὴν ἀνθύπατον λαχὼν, πρεσβύτης δὲ εἰς ἔτος πʹ ἐληλακὼς, πολλῶν τε πρότερον ἄρξας ἐθνῶν, ἐν τε πράξεσι μεγίσταις ἐξετασθείς. 3. *** πράξει ὑπατικὰς (Σαβῖνος δὲ ἦν ὄνομα αὐτῷ), βουλόμενον κωλῦσαι τὰ γινόμενα, ξύλῳ παισθέντα κατὰ τοῦ κρανίου τελευτῆσαι. Καὶ ὁ μὲν δῆμος ἐν τούτοις ἦν. Ἡ δὲ σύγκλητος ἅπαξ ἀναρριφθέντος κινδύνου, πάντα ἔπραττεν εἰς τὸ ἀποστῆσαι τὰ ἔθνη, πρεσβείαν πρὸς πάντας ἡγουμένους πέμπουσα, καὶ τὴν Ῥωμαίων γνώμην δηλοῦσα, δεομένη τε συναίρεσθαι τῇ πατρίδι. Οἱ πλεῖστοι μὲν οὖν προσήκαντο τὴν πρεσβείαν· ὀλίγοι δέ τινες διεχρήσαντο τοὺς ἐλθόντας. 3. Καὶ τὰ μὲν κατὰ τὴν Ῥωμαίων πόλιν τε καὶ γνώμην τοιαῦτα ἦν. Ἐν δὲ τῇ Καρχηδόνι οὐχ ὡς ἤλπισαν τὰ πράγματα προὐχώρει. Καπελλιανὸς γὰρ ἦν τις ὄνομα τῶν ἀπὸ συγκλήτου· ἡγεῖτο δὲ Μαυρουσίων τῶν ὑπὸ Ῥωμαίοις Νομάδων, ἔχων καὶ στρατιωτῶν οὐκ εὐκαταφρόνητον δύναμιν. Τοῦτον ὁ Γορδιανὸς τῆς ἀρχῆς παραλύσας, τοῦ ἔθνους ἐξελθεῖν ἐκέλευσεν. Ὁ δὲ τὸν στρατὸν ἀθροίσας, κατῆλθεν ἐπὶ τὴν Καρχηδόνα. Ὡς δὲ ἀπηγγέλθη τῷ Γορδιανῷ ὁ στρατὸς 57 προσιὼν τῇ πόλει, αὐτός τε ἐν ἐσχάτῳ δέει ἦν, οἵ τε Καρχηδόνιοι ταραχθέντες, οἰόμενοί τε ἐν πλήθει ὄχλου, οὐκ ἐν εὐταξίᾳ στρατοῦ, νικᾶν, πανδημεὶ πάντες ἐξίασιν. 5. Ὁ Γορδιανὸς μὲν οὖν ὁ πρεσβύτης ἅμα τῷ τῆς Καρχηδόνος ἐπιβῆναι ἐν ἀπογνώσει γενόμενος, ἐννοῶν τὴν δύναμιν Μαξιμίνου, οὐδὲν δὲ ὁρῶν ἐν Λιβύῃ ἀξιόμαχον, ἀνήρτησεν ἑαυτὸν βρόχῳ. Κρυπτομένης δὲ αὐτοῦ τῆς τελευτῆς, τὸν υἱὸν αὐτοῦ στρατηγήσοντα τοῦ πλήθους εἵλοντο. Γενομένης δὲ συμβολῆς, ἅπαντες οἱ Καρχηδόνιοι διεφθάρησαν· οὐχ ὑπομείναντες γὰρ τὴν ἔφοδον τῶν βαρβάρων, ἀλλὰ πάντα ἁ ἐπεφέροντο ὅπλα ῥίψαντες ἔφυγον· ὠθούμενοι δὲ ὑπ' ἀλλήλων οἱ πλείους

About this text

John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.

Witnesses

  • Copy-text FHG / Cramer (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.