Unit 15 rem close
Rem CLOSEOUT: Unit 15 CLOSEOUT.
Greek
ἦν, ὃς μὴ μετεῖχε τῶν ὑπὲρ πατρίδος πόνων· οὐδὲ ᾤετο Μαξιμῖνος ἄλλως αὐτῷ τὴν ἐπὶ Ῥώμην ὁδὸν ἔσεσθαι εὐπρεπῆ, εἰ μὴ πρότερον τὴν ἀντιστᾶσαν τῆς Ἰταλίας πόλιν καθέλῃ. Ὑποσχέσεσί τε οὖν καὶ δωρεαῖς αὐτός τε καὶ ὁ παῖς αὐτοῦ, ὃν πεποιήκει Καίσαρα, περιθέοντες τὸν στρατὸν ἀνέπειθον. 10. Οἱ δὲ Ἀκυλήσιοι λίθοις τε καὶ κιρνῶντες θείῳ καὶ ἀσφάλτῳ πίσσαν καὶ ἔλαιον ἔβαλλον τὸν στρατόν· πυρώσαντες γὰρ ταῦτα, ὄμβρου δίκην κατεχώννυον, ὥστε γυμνοῦσθαι αὐτοὺς τῶν ὅπλων καιομένους, καὶ διαφθείρεσθαι τά τε πρόσωπα καὶ τὰς χεῖρας ἀκρωτηριαζομένους· 58 ἀλλὰ μὴν καὶ τὰς προσαγομένας μηχανὰς ταύτῃ τῇ σοφίᾳ κατέκαιον. Τῶν μὲν οὖν πρώτων ἡμερῶν ἀντίπαλός πως καὶ ἰσόρροπος ἔμενεν ἡ τύχη τῆς μάχης· χρόνου δὲ γενομένου, ὅ τε στρατὸς τοῦ Μαξιμίνου ὀκνηρὸς ἐγένετο, καὶ πταίων τῆς ἐλπίδος ἀθύμως διέκειτο· οἱ δὲ Ἀκυλήσιοι ἐρρώνυντό τε καὶ τῶν στρατιωτῶν κατεφρόνουν, ὥστε καὶ σκώπτειν τὸν Μαξιμῖνον, καὶ ὕβρεις αἰσχρὰς εἰς αὐτὸν ἀπορρίπτειν· ἐφ' αἷς ἐκεῖνος κινούμενος τοὺς ἰδίους ἐκόλαζεν, ὡς ῥᾳθύμως καὶ ἀνάνδρως προσφερομένους τῇ πολιορκίᾳ· ὅθεν αὐτῷ περιεγένετο πρὸς μὲν τῶν οἰκείων μῖσός τε καὶ ὀργὴ, πρὸς δὲ τῶν ἀντιπάλων καταφρόνησις. 11. Συνέβαινε δὲ τοῖς Ἀκυλησίοις πολλὴν ὑπάρχειν τῶν ἐπιτηδείων ἀφθονίαν, πάντων ἐν τῇ πόλει σεσωρευμένων· ὁ δὲ στρατὸς τοὐναντίον ἐν σπάνει πάντων ὑπῆρχεν, ὑπὸ σκηναῖς τε αὐτοσχεδίοις καὶ γυμνῷ τῷ ἀέρι διατρίβων. Οἱ γὰρ Ῥωμαῖοι πάντα προκατέλαβον, ὑπατικοὺς ἄνδρας προχειρισάμενοι τῆς κατὰ τὴν Ἰταλίαν φρουρᾶς. Συνέβαινε δὲ καὶ τὸν στρατὸν δοκοῦντα πολιορκεῖν, αὐτὸν πολιορκεῖσθαι· ὅθεν ἐν ἀπογνώσει γενόμενοι οἱ στρατιῶται, τά τε κατὰ τὴν Ῥώμην καὶ πᾶσαν τὴν Ἰταλίαν πυθόμενοι, αἰφνιδίως, ἀναπαυομένου τοῦ Μαξιμίνου ἐν τῇ σκηνῇ, καὶ τῆς ἡμέρας ἐκείνης ἐν ἀνέσει τοῦ πολέμου οὔσης, τῶν τε πλείστων εἰς τὰς σκηνὰς ἀνακεχωρηκότων, ἔδοξε τοῖς στρατιώταις, οἳ πρὸς τῇ Ῥωμαίων πόλει στρατόπεδον εἶχον ὑπὸ τὸ καλούμενον Ἀλβανὸν, ἔνθα παῖδας καὶ γυναῖκας καταλελοίπεσαν, φονεῦσαι τὸν Μαξιμῖνον, ὡς παύσαιντο χρονίου πολιορκίας, μηκέτι δὲ πορθοῖεν Ἰταλίαν ὑπὲρ τυράννου κατεγνωσμένου καὶ μεμισημένου. Τολμήσαντες οὖν ἐπίασι τῇ σκηνῇ περὶ μέσην ἡμέραν, συναραμένων αὐτοῖς καὶ τῶν δορυφόρων, τάς τε εἰκόνας ἐκ τῶν σημείων κατασπῶσι, καὶ αὐτὸν σὺν τῷ παιδὶ ἀναιροῦσι. Φονεύουσι δὲ καὶ τὸν ἐπάρχοντα τοῦ στρατοῦ, πάντας τε ἀναιροῦσι τοὺς ἐκείνῳ θυμήρεις· ῥίψαντές τε τὰ σώματα τοῖς βουλομένοις ἐνυβρίζειν, εἴασαν κυσί τε καὶ ὄρνισι βοράν· τούτων δὲ τὰς κεφαλὰς ἐς Ῥώμην ἔπεμψαν. Τοιούτῳ μὲν δὴ τέλει Μαξιμῖνος καὶ ὁ παῖς αὐτοῦ ἐχρήσαντο, βασιλεύσαντες ἔτη γʹ, δίκας πονηρᾶς ἀρχῆς ὑποσχόντες.
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.