Historia Chronike · §u15-rem-mid

Unit 15 rem mid

Rem mid: Unit 15; lemma continues; reading with the letter.

Greek

ἀπώλοντο. Ἔνθα καὶ ὁ τοῦ Γορδιανοῦ υἱὸς ἀνῃρέθη, καὶ οἱ περὶ αὐτὸν πάντες, ὡς διὰ πλῆθος πτωμάτων μηδὲ τοὺς νεκροὺς ταφῆναι μηδὲ τοῦ Γορδιανοῦ τοῦ νέου εὑρεθῆναι σῶμα. Πολλὴ δὲ οἰμωγὴ κατὰ τὴν πόλιν γυναικῶν τε καὶ παίδων ἐγένετο. Τοιούτῳ μὲν δὴ τέλει ὁ Γορδιανὸς ἐχρήσατο, βιώσας τὰ πρῶτα εὐδαιμόνως, ἐν εἰκόνι τε βασιλείας τελευτήσας. 6. Ὁ δὲ Καπελλιανὸς εἰς Καρχηδόνα εἰσελθὼν, πάντας τε τοὺς πρωτεύοντας ἀπέκτεινεν, καὶ εἴ τινες διεσώθησαν ἐκ τῆς μάχης, ἐφείδετο οὐδενὸς, οὔτε ἱερῶν συλήσεως, οὔτε χρημάτων ἁρπαγῆς· ἀλλὰ καὶ τὰς λοιπὰς περιῄει πόλεις τοιαῦτα δρῶν. Ὡς δὲ ἐς τὴν Ῥώμην ἐδηλώθη ἡ τοῦ πρεσβύτου τελευτὴ, ἐν πολλῇ ἀφασίᾳ ἐγένοντο. Ἔδοξεν οὖν αὐτοῖς συνελθεῖν καὶ περὶ τῶν πρακτέων σκέψασθαι, καὶ προστησαμένους ἐπιλέξασθαι βασιλέα. Συνῆλθον οὖν εἰς τὸ Καπιτώλιον, καὶ ψηφίζονται βασιλεῖς Μάξιμόν τε καὶ Βαλβῖνον, εὐθέως τε αὐτοκράτορας ὀνομάζουσιν. 7. Ὁ δὲ Μαξιμῖνος ἥσθη μὲν ἐπὶ τῇ τῶν Ἰταλιωτῶν εὐθὺς φυγῇ, ἐλπίζων πάντας τοῦτο ποιήσειν· ὁ δὲ στρατὸς ἤχθετο, ἐν ἀρχῇ λιμοῦ πειρώμενος. ∆ιανυκτερεύ σαντες οὖν οἱ μὲν ἐν τῇ πόλει, οἱ δ' ἐν τῷ πεδίῳ ἐπὶ τὰς Ἄλπεις ἤγοντο, ὄρη ὑψηλά. Ὡς δὲ ταύτας διέβησαν ἀκωλύτως, καταβαίνοντες εἰς τὸ πεδίον, ἤδη ἀνεθάρρησάν τε καὶ ἐπαιάνισαν. Ἔνθα ἦν πόλις Ἀκυληία· πρὸς ἣν καταχθεὶς ὁ Μαξιμῖνος εὗρε μὲν τὰς πύλας κεκλεισμένας, τὸν δὲ στρατὸν ἤδη ἀπαγορεύειν καὶ ἀναχωρεῖν βουλόμενον τῆς πολιορκίας, βαλλόμενον λίθοις τε καὶ δόρασιν. Ὁ δὲ Μαξιμῖνος ἀγανακτήσας πρὸς τοὺς στρατηγοὺς, ὡς ἀμελέστερον μαχομένους, αὐτὸς τῆς μάχης εἴχετο. 8. Οἱ δὲ ἀπὸ τῆς Ἀκυληίας πανδημεὶ ἐπὶ τῶν τειχῶν νύκτωρ καὶ μεθ' ἡμέραν ἀπεμάχοντο. Ἐστρατήγουν δὲ αὐτῶν καὶ πάντα διὰ φροντίδος εἶχον ἄνδρες βʹ ἀπὸ ὑπατείας, ἐπιλεχθέντες δὲ ὑπὸ τῆς συγκλήτου· ὧν ὁ μὲν Κρισπῖνος, ὁ δὲ Μηνόφιλος ἐκαλεῖτο· καὶ μετὰ πολλῆς προνοίας τὰ ἐπιτήδεια εἰσεκομίσαντο. Ἦν δὲ καὶ ὕδατος ἀφθονία. Τῷ δὲ Μαξιμίνῳ ἔδοξε πέμπειν ἐν σχήματι πρεσβείας τοὺς κάτωθεν διαλεξομένους, εἰ ἄρα πείσειαν αὐτοὺς ἀνοῖξαι τὰ πύλας. Ὁ δὲ Κρισπῖνος περιέθεε, δεόμενος μὴ πείθεσθαι ὑποσχέσεσι τυράννου ἐπιόρκου, ἀλλὰ πρὸς τὴν Ῥωμαίων σύγκλητον εὔνοιαν φυλάττειν· πολλῶν δὲ καὶ χρησμῶν αὐτοῖς καὶ μαντείων αἰσίων γενομένων, ἔπεισεν αὐτοὺς ἀποδιῶξαι τοὺς πρέσβεις. 9. Ὁ δὲ Μαξιμῖνος ταῦτα μαθὼν πλείονι τῷ θυμῷ ἐχρήσατο, καὶ γεφυρώσας τὸν παραρρέοντα ποταμὸν, προσήγγισε τῷ τείχει, καὶ τειχομαχεῖν ἤρξατο παντὶ σθένει. Πολλῶν δὲ σχεδὸν ἑκάστης ἡμέρας γενομένων προσβολῶν, καὶ παντὸς τοῦ στρατοῦ ὥσπερ σαγηνεύοντος τὴν πόλιν, μετὰ πολλῆς βίας καὶ προθύμου μάχης ἀντεῖχον οἱ Ἀκυλήσιοι πανδημεὶ ἅμα γυναιξὶ καὶ παισὶν, οὐδέ τις

About this text

John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.

Witnesses

  • Copy-text FHG / Cramer (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.