Unit 2 rem close
Rem CLOSEOUT: Unit 2 CLOSEOUT.
Greek
Τεθεικὼς τοῦ ἄφρονος τὴν ἀντίθεσιν ὡς ἐξ οἰκείου προσώπου, ἐξ ἑαυτοῦ πάλιν ἐπιλύει, καί φησι, Καὶ ἐγὼ περισσὸν ἐλάλησα ἐν καρδίᾳ μου· ἀντὶ τοῦ, Ἔγνων ὅτι ματαία καὶ περιττὴ ἡ τοιαύτη ἔννοια, καὶ ἄφρονος λογισμοῦ τὸ τοιαῦτα φθέγγεσθαι. Ὁ γὰρ ἄφρων ἐκζέσας καὶ ὑποθερμήνας τὴν διάνοιαν, διὰ στόματος τοὺς τῆς ἀφροσύνης ἐκφέρει λόγους· διότι ἄφρων ἐκ περισσεύματος λαλεῖ, τουτέστιν, ἐκ τῆς πλεοναζούσης ἐν αὐτῷ ἀνοίας. Εἶτα καὶ τὴν αἰτίαν διδάσκει, ἀπελέγχων τοῦ ἄφρονος τὴν ἀντίθεσιν· καί φησι· "Ὅτι οὐκ ἔστι μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς τὸν αἰῶνα." Εἰ γὰρ καὶ τὰ ἐν τῷδε, φησὶ τῷ βίῳ διάφορα, κοινὰ τυγχάνουσι σοφῶν καὶ ἀφρόνων· ἀλλ' εἰς τὸν μέλλοντα αἰῶνα ὁ μὲν σοφὸς ἀείμνηστον ἔχει καὶ ἀτελεύτητον τὴν ἀπόλαυσιν· τοῦ δὲ ἄφρονος καὶ ἡ μνήμη ἐξαλείφεται, κατὰ τὸ ἐν Ψαλμοῖς εἰρημένον· Ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ' ἤχου· ἀντὶ τοῦ, Οὐδὲ μνήμης ἄξιοι παρὰ Θεῷ τυγχάνουσι. "Καθότι ἤδη ταῖς ἡμέραις ταῖς ἐπερχομέναις τὰ πάντα ἐπελήσθη." Ἐν τῷ αἰῶνι, φησὶ, τῷ ἐπερχομένῳ, πάντα τὰ ἐν τῷδε τῷ βίῳ συναντήματα, εἴτε νόσος, εἴτε ὑγεία, εἴτε πλοῦτος, εἴτε πενία, εἰς λήθην ἔρχονται. Εἶτα τὸ συμπέρασμα τῆς λύσεως ἐπάγων, φησί· "Καὶ πῶς ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρονος;" Πῶς οὖν, φησὶν, ἐρεῖτε, ὦ ἄφρονες, ὅτι διὰ τὴν κοινὴν πάντων ἀνθρώπων τελευτὴν, οὐδὲ πλέον ἔχει ὁ σοφὸς τοῦ ἀνοήτου; ὅπου γε τοῦ μὲν σοφοῦ ἡ μνήμη διηνεκὴς παρὰ τῷ Θεῷ, τοῦ δὲ ἄφρονος οὐκέτι; Εἰ γὰρ καὶ τὰ ἐν τῷδε τῷ βίῳ συμπτώματα κοινὰ, ἀλλ' ἐν τῷ μέλλοντι τὸ ἑκάστου ἔργον ἐπακολουθήσει. "Καὶ ἐμίσησα ἐγὼ τὴν ζωὴν, ὅτι πονηρὸν ἐπ' ἐμὲ τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον, ὅτι πάντα ματαιότης, καὶ προαίρεσις πνεύματος." ∆ιὰ τοῦτό φησιν ὁ Σοφὸς, Ἐμίσησα τὴν ἐπίμοχθον ζωὴν, καὶ τὸν ἐμὸν πόνον, ὃν μοχθῶ διὰ τὰ ὑπὸ τὸν ἥλιον· πονηρὸν γὰρ ποίημά φησι τὴν ἐπίπονον καὶ μοχθηρὰν τῶν ἁμαρτωλῶν ζωήν. Ἐνταῦθα δὲ καὶ ὁ Σοφὸς μισεῖ τὴν ἐπίκηρον ζωὴν, καὶ τὴν ἀεὶ μένουσαν ἐπιζητεῖ· καὶ τὸ τοῦ ἄφρονος ὑποδὺς πρόσωπον, ἔφη, ὅτι Πονηρὸν ἐπ' ἐμὲ τὸ ποίημα, τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον· οὐ γὰρ ὁ σοφὸς ἀνέχεται μοχθεῖν διὰ τὰ ὑπὸ τὸν ἥλιον. Εἰ γὰρ καὶ διὰ τὴν βιοποριστικὴν χρείαν 93.504 κάμνει, ἀλλ' οὐ προηγουμένως τὴν πᾶσαν σπουδὴν περὶ τὰ ὁρώμενα καταναλίσκει, ἀλλ' ὅσα διὰ τὴν ἀναγκαίαν τροφὴν κάμνει· τὴν δὲ ὅλην σπουδὴν εἰς ἀρετὴν καταδαπανᾷ, τῶν οὐ μενόντων καὶ προσκαίρων καταφρονῶν· τῶν δὲ αἰωνίων καὶ μὴ φαινομένων ἀντιποιούμενος. "Καὶ ἐμίσησα ἐγὼ σύμπαντα τὸν μόχθον μου, ὃν ἐγὼ μοχθῶ ὑπὸ τὸν ἥλιον, ὅτι ἀφιῶ αὐτὸν τῷ ἀνθρώπῳ τῷ γινομένῳ μετ' ἐμέ. Καὶ τίς οἶδ' εἰ σοφὸς ἔσται, ἢ ἄφρων; καὶ εἰ ἐξουσιάσεται ἐν παντὶ μόχθῳ μου, ᾧ ἐμόχθησα καὶ ἐσοφισάμην ὑπὸ τὸν ἥλιον; καί γε τοῦτο ματαιότης." Μισήσας ὁ Σοφὸς τὴν τῶν κτημάτων καὶ χρημάτων ἐπίμοχθον συλλογὴν, καὶ τὸν ἐπὶ ταύτῃ καταβαλλόμενον πόνον μετὰ ἀποδείξεως τοῦ μίσους τὸ εὔλογόν φησι· πρῶτον μὲν, ὅτι οὐ διηνεκής ἐστι τῷ ἔχοντι ἡ κτῆσις· ἀλλ' αὐτὸς μὲν ἔξεισι τοῦ βίου μηδὲν ἐπαγόμενος· τὰ δὲ μετὰ πόνου αὐτῷ κτηθέντα ἕτερος διαδέχεται. ∆εύτερον, ὅτι οὔτε οἶδε τίς ὁ διαδεχόμενος· ἐν ἀσωτίᾳ ζῶν, ἢ ἐν φρονήσει, τὸν πλοῦτον διοικῶν. Τρίτον, ὅτι εἰ καὶ δῶμεν φρόνιμον εἶναι τὸν τὴν οὐσίαν παραλαμβάνοντα, ἄδηλον εἰ κύριος ἔσται ταύτης, τῶν χρημάτων ἀεὶ ἄλλοτε εἰς ἄλλους μεταπιπτόντων, κατὰ πολλὰς καὶ διαφόρους αἰτίας. Εἰ δὲ καὶ δῶμεν, φησὶν, ὅτι καὶ φρόνιμός τις ἔσται ὁ κληρονόμος, καὶ ἐγκρατὴς τῆς οὐσίας γενήσεται, ἀλλὰ καί γε τοῦτο ματαιότης. Τὸ δὲ διὰ τί, ἡμῖν ἀφῆκε σκοπεῖν, ὅτι ἄμεινον ἡμᾶς αὐτοὺς διαθέντας τὸν πλοῦτον, καὶ εἰς τὴν τῶν δεομένων καὶ πενήτων δαπανήσαντας χρείαν, θησαυρὸν ἔχειν ἐν οὐρανοῖς ἀνελλιπῆ, ἢ εἰς ἑτέρους τὰ χρήματα παραπέμψαι, ὁποῖοί ποτε τυγχάνουσιν ὄντες. "Καὶ ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τῇ καρδίᾳ μου ἐν παντὶ μόχθῳ μου ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον." Καταγνοὺς τῶν προειρημένων ὁ σοφὸς, ἐπὶ τὸν εὐαγγελικὸν τρέχει βίον, μονονουχὶ καὶ αὐτὸ κατὰ τὸν Πέτρον λέγων τῷ Σωτῆρι· Ἰδοὺ ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι. Εἶτα τὴν προειρημένην αἰτίαν ἀναλαμβάνει, τοῦ μίσους τοῦ πρὸς τὰ πρόσκαιρα. Καί φησιν· "Ὅτι ἐστὶ ἄνθρωπος, ὅτι ὁ μόχθος αὐτοῦ ἐν σοφίᾳ, καὶ ἐν γνώσει, καὶ ἐν ἀνδρείᾳ· καὶ ἄνθρωπος ᾧ οὐκ ἐμόχθησεν ἐν αὐτῷ, δώσει μερίδα αὐτοῦ· καί γε τοῦτο ματαιότης, καὶ πονηρία μεγάλη." Τί γὰρ, φησὶν, ὄφελος
About this text
Olympiodorus of Alexandria, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Ecclesiasten — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.